Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἐκάλεσε. ζητοῦσι δὲ καὶ ἐπὶ τῆς γενέσεως καὶ φθορᾶς, τίνας αὐταῖς ἠρεμίας ἀντιθετέον. καὶαλέγουσι τῆ μὲν γενέσει, τὴν τῶ μὴ εἶναι. οὕτως δὲ κα τῆ μὲν αὐξήσει, κατὰ ἀτελές, ἠρεμία ἀν-τίκειται. τῆ δὲ μειώσει, κατὰ τὸ τέλειον. πλωτῖνος δὲ ἐφίστησιν, ὅτι ἀποφάσεως ἐστὶ τοῦκινεῖσθαι ἠρεμία. διότι οὐδὲ ἐν γένει ἄλλω ἠρεμία. εἴτα ζητήσας, δια τί οὐχὶ καὶ κίνη-σις ἀπόφασις τῆς στάσεως, ὅτι φσ ἐκεῖ φέρουσα κίνησις ἐστὶ. καὶ ὅτι κίνησις, ἔργον.καὶ ἔστιν ἀλλότι ἐνεργοῦν καὶ οἷον ὠθοῦν τὸ ὑποκείμενον, καὶ μυρία ἐργαζόμενον αὐτὸ καὶ φθεῖρον. δὲἠρεμία ἑκάστου, οὐδέν ἐστιν ἄλλο παρ' αὐτὸ. σημαίνει δὲ μόνον, ὅτι κίνησιν οὐκ ἔχει. ἐπὶ δὲτῶν νοητῶν φίην, οὐχ αὐτὸς τρόπος τῶ θατέρω μὴ ἀναιρεῖν τὸ ἕτερον, ἀλλ' ἄμφω ἅμαεἶναι, καὶ τὴν κίνησιν καὶ τὴν στάσιν. μέντοι βοηθὸς τὴν ἀντικειμένην ἠρεμίαν τῆ κατὰ ποιό-τητα κινήσει, οὐκ ἀξιοῖ ποιότητα εἶναι. οὐδὲ τὴν κατὰ μέγεθος. οὐδὲ τὴν κατ' οὐσίαν. ἐναρ-γὲς λέγων τοῦτο εἶναι ἐκ τῆς κατὰ τόπον. ἄλογον γὰρ τὴν ἐντόπω ἠρέμησιν, τόπον κα-λεῖν. οὐ μέντοι οὐ δὲ ἀποφάσεις τῶν κατ' αὐτὰς κινήσεων τὰς ἠρεμίας εἶναι συγχω-ρεῖ, ἀλλὰ σχέσιν εἶναι τὴν ἠρέμησιν καὶ τὴν κίνησιν, πρόςτε τοῦ χρόνον καὶ τὸ εἶδος, καθὸ ἂντυχὴ κινουμενόντι ἠρεμοῦν. ἔοικε γάρφη χρόνος φύσιν ἔχειν, ὥστε ἀεὶ ῥεῖν, καὶεἰς ἑτεροῖα μεθίστασθαι. διὰ δὴ τοῦτο συμπαρήκει πάση κινήσει καὶ ἠρεμία. μουν κί-νησις, ὁμοίως ἔχει πρόστετὸν χρόνον καὶ τὴν τόπον. οἷον, ἐπὶ μὲν φορᾶς ἔχειν φην ὁμοίως,διὰ τὸ καθ' ἕτερον καὶ ἕτερον ἀεὶ τοῦτο γίνεσθαι. δὲ ἠρέμησις, ἐναντίως φησι πρὸςτὴν τύπον ἔχει καὶ τὴν χρόνον. μὲν χρόνος, οὐδὲ ποτε αὐτὸς. δὲ τόπος ἀεὶ αὐτὸς. ὥστε σχίσις αὖ. πρόςτε τοῦ χρόνον καὶ τὸν τόπον διάφορος οὖσα, τὲ μὲν, ἠρεμία. τὲ δὲ, κὶ νησις γίνεται. καὶ ἐν τοῖς ἄλλοις φην κατὰ τὰ αὐτὰ ἐροῦμεν. ὅταν μὲν αὐτη σχέσις τοῦ ὑπικει-μένου, πρός τε τὴν χρόνον καὶ τὸ μέγεθος, κίνησιν εἶναι. ὅταν δὲ ἐναντία τῆ κατὰ μέγέθος.ἠρεμίαν. τὸ δὲ αὐτὸ καὶ περὶ ἀλλοιώσεως ῥητέον. ὥστε δῆλόν φη ἐκ τούτων, ὡς οὐκ αὐτὸτὸ μέγεθος οὐδὲ αὐτὸ. καὶ οἱ ροποι οὖν τῶν ἠρεμήσεων, οἱ αὐτοὶ ὅἴπερ καὶ τῶν κινήσεων.καθ' ἕκαστον γὰρ τῆς σχέσεως αὐτῆς ἐδείχθη ἐναντιότης, ἐπίτετων κινουμένων καὶἠρεμούντων. ταῦτα μὲν οὖν βοηθὸς κατὰ τὴν ἑαυτοῦ ἀγχίνοιαν διακρίνει. μηπο-τε δὲ οὔτε ἰκίνησις οὔτε ἠρεμία σχέσις πρὸς χρόνον ἐστὶν. εἴπερ ἀριθμὸς κινήσε-ως χρόνος. ἀλλὰ ζητεῖν οἶμαι ἄξιον διὰ τί τῆ κινήσει μὴ τὴν στάσιν ἀντιτίθεμεν ὡςεἴδος εἴδει. τῶν γὰρ παρὰ πλάτωνι τοῦ ὄντος γενῶν, καὶ κίνησις ἐστι καὶ ἡστάσις. ὥσ-περκίνησίς ἐστι καθάπερ τῶν εἰρημένων γενῶν, οὕτως εἶναι δεῖ πάντως καὶ στάσιντὴν ἀντικειμένην τῆ κινήσει. οὐ γὰρ μόνον γίνεται οὐσία καὶ φθείρεται, ἀλλὰ καὶἐστι. καὶ τοῦτο κατὰ τὴν στάσιν ἔχει. καὶ κατὰ τόπον οὐ κινεῖται μόνον τὰ σώματα,ἀλλὰ καὶ ἕστηκε. καὶ ἡστάσις αὕτη, οὐκ ἀπόφασίς ἐστι τὴς κινήσεως. οὐ γὰρ κατὰ ἀπο-φασὶν κινήσεως ἔστηκε πρὸς τὸ κέντρον γῆ. ὥσπερ οὐδὲ οὐρανὸς κατὰ ἀπόφασινστάσεως κίκλωκινεῖται. ἔχει γὰρ καὶ στάσις οὐκ ἐλάττονα τῆς κινήσεως ἐνέργει-αν, ὡς δηλοῖ τὸ μὴ δὲ αὐτὴν εἶναι τὴν κίνησιν, στάσεως τελέως ἀναιρεθείσης. ἀλλ'εἴπερ ἄρα τὴν ἠρεμίαν ταύτὴν τὴν ὡς ἀπόφασιν τῆς κινήσεως θετέον ἐν τοῖς βία ἀκι-νητίζουσιν. ὥσπερ ἐν τῆ βώλω τῆ βιαία ἐναεριἴσχομένη. αὕτη γὰρ οὐκ ἔστιστάσις,ἀλλ' ἀπόφασις πάντως κινήσεως καὶ ἠρεμία. διόπερ ταύτην ὡς στέρησιν ἀντίτιθέντες τῆ