ΠΕΡιΤΟΥ ΠΟΥ-ἰοκεῖ δὲ μετὰ τὸ ποτὲ τὸ ποῦ τάττεσθαι, διὰ τὴν πρὸς ἄλληλα τούτων συγ-γένειαν. ὡς γὰρ ὁ τόπος καὶ ὁ χρόνος συγγενεῖς εἰσι μέτρα ὄντες ἀμσυνεκτικὰ τῆς γενέσεως, ὁ μὲν, κατὰ τὸν ὄγκον, ὁ δὲ, κατὰ τὴν τοῦ εἶ-γναι διάστασιν, καὶ τοῦ αἰῶνος ἄμφω, τὴν τε ἅμα καὶ ὁμοῦ συνηρημέ-γνην ἀμέρειαν ἐνεικονίσαντο, οὕτω καὶ τὸ ποτε καὶ τὸ ποῦ συγγενῶςἔχει πρὸς ἄλληλα. ἐν ὑστέρω δὲ τέτακται τὸ ποῦ. διότι καὶ ὁ τόπος,πέρας τῶν γινομένων ἐστι. καὶ ὡς περιέχων τὰ ἄλλα, οὕτως θεωρεῖται. καὶ διό τι προηγεῖται μὲν τὸ ποιεῖν τῶν κινουμένων. τοῖς δὲ κινουμένοις, ὁ χρόνος ὡς μέτρον αὐτῶνσυνέζευκται. ἀποτελευτὰ δὲ τὰ κινούμενα εἰς τὴν ἐντόπω θέσιν. ἐπεὶ ἕως γεφη-σιν ἰάμβλιχος κινεῖται, οὐδέπω ἐστιν ἐν τόπω, ἀλλὰ κινεῖται μὲν κατὰ τόπον. οὐδέπω δὲ ἤδη ἐστιν ἐν τόπω. ὅλως δὲ τόπου μὲν δειται τὸ γεγονὸς ἤδη καὶ περὶ εχο-μενον. ὁ δὲ χρόνος, αὐτὴν μετρεῖ τὴν εἰς τὸ εἶναι φέρουσαν ὁδόν. κᾶν γὰρ ἐντόπωγίνοι-τὸ τὸ γινόμενον, ἀλλὰ τὸ ἀεὶ γεγονός ἐστι τὸ ἐντόπω. ὁ μέντοι ἀρχύτας, τῆς κινήσεωςπρουπάρχειν τὸν τόπον φησί. καὶ δῆλον ὅτι καὶ τὸν χρόνον. ἐν οἷς φησίν. ἐπειδὴπαντο κινούμενον ἐν τόπω τινὶ κινεῖται, τὸ δέγε ποιεῖν καὶ πάσχειν κινήσιές τινες,φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρῶτον, ἐν ὥπέρ ἐστι τὸ ποιέον ἢ τὸ πάσχον. ὥστεὁ λέγων τὰ κινούμενα μὴ εἶναι ἐν τόπω, οὐδόξει τῶ ἀρχύτα συμφωνεῖν, εἰ μὴ ἄρακινεῖται μὲν ἐντόπω, οὐκ ἔστι δὲ ἐν τόπω, εἰ μὴ καθ' ὅσον κεκίνηται ἕκαστον. εἴρηταιδὲ ἤδη ὅτι ἀρχύτας μὲν καὶ ἀνδρόνικος συνέταξε τῶ μὲν χρόνω, τὸ ποτέ. τῶ δὲ τόπωτὸ ποῦ. καὶ οὕτως ἔθεντο τὰς δύο κατηγορίας. ἀριστοτέλης δὲ τὸν μὲν χρόνον καὶ τὴν τόποντοῦ ποσοῦ τέθεικε, διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας. τοῦ δὲ ποτε καὶ τοῦ ποῦ, ἄλ-λας ὑπεστήσατο κατηγορίας. ὡς τὰ πρός τι προυποκειμένοις ἄλλοις γένεσι παρεφύετοοἷον τῆ οὐσία καὶ τῶ ποσῶ κατὰ τὴν ἀντιστρέφουσαν καὶ ἐξισάζουσαν σχέσιν θεωρούμενον, οὕτως καὶ τὸ ποτε καὶ τὸ ποῦ, κᾶν ἄλλοις ἐπισυνίσταται γένεσιν, οὐδὲν ἀτο-πον ἰδίας αὐτῶν κατηγορίας ὑποτίθεσθαι, εἰ μόνον ἰδια τινὰ τὰ σημαινόμενα ἔχουσιν. ὥσπερ γὰρ ὁ χρόνος οὐκ ἦν τὸ ποτε, οὐδὲ ὁ τόπος ἐστι τὸ ποῦ. ἀλλ' ὥσπερ ἐπὶ τοῦ χρόνου, ἄλλο μὲν ἦν ὁ χρόνος, ἄλλο δὲ τὸ κατὰ χρόνον, ἢ χρόνου τί, οὕτως ἄλλο μὲν ὁ τόπος,ἄλλο δὲ τὸ κατὰ τόπον, ἢ τόπου τί. καὶ γὰρ ἄλλοτί ἐστι ποσὸν, καὶ ἄλλο τὸ ποσοῦ τί εἶναι.ὥσπερ οὐν ἄτοπον τὸ λέγειν ποσὸν εἶναι τὸ διπλάσιον καὶ τὸἴσον, διότι ποσοῦ τίἐστιν, οὕτω καὶ ὁ τὸ κατὰ τόπον ἢ τόπου τί τόπον λέγων, ἄτοπος ἂν εἴη. πλωτι-νος μέντοι τελέως ἀνεῖλε τὴν τοῦ που κατηγορίαν. ἀποδοὺς μὲν καὶ αὐτὸς τὸ ποῦτῶ τόπω, ὥσπερ καὶ ἀρχύτας καὶ ἀνδρόνικός. τὸν δὲ τόπον, ὥσπερ καὶ τοῦ χρόνον ἢ τῶποσῶ ἀπονείμας ἢ τῶ πρός τι. δύο δὲ σημαίνει τὸ ποῦ. τόντε τόπον, καὶ τὸ ἐν τόπω.ὥσπερ καὶ τὸ ποτὲ ἐλέγετο δύο σημαίνειν. τόντε παρεληλυθότα χρόνον, καὶ τὸ ἐν χρόνω.
Einzelbild herunterladen
verfügbare Breiten