κινήσει, καλῶς ἀντιθήσομεν. ὡς μέντοι ἐναντίον εἶδος τὴν στάσιν οἷμαι, ἀντιθετέ-ον τήντε πρὸ τῆς κινήσεως καὶ μετὰ τὴν κίνησιν. τάχα δὲ καὶ τὴν ἐν αὐτῆ τῆ κινή-σει. καὶ ἐκεῖνο δὲ μὴ παρῶμεν ζητεῖν. διατί μεταβολης οὔσης ἐν τοῖς γεννητοῖς πρά-γμασικαθ' ἑκάστων τῶν κατηγοριῶν, κατὰ τέσσαρας μόνας ἀφωρίσαντο τὰς μετα-βολὰς. οὐσίαν. ποσόν. ποιὸν. καὶ ἔτι τὸ ποῦ. καὶ γὰρ οὐχὶ κατὰ τὸ ποτεμεταβάλλομεν,ὅταν ἐκ νέων παλαιοὶ, καὶ ἐκπαίδων γινώμεθα πρεσβύται. κατὰ δὲ τοὺς πρός τι, ὅτανἐξ ἐχθρῶν φίλοι. καὶ ἐξ ἀριστερῶν, δεξιοι. καὶ ἐξ ἀνίσων ἴσοι. κατὰ δὲ τὸ ποιεῖν καὶ πά-σχειν, πρόδηλον ὅπως εἰς τὰ ἐναντία ἑκάστοτε μεθιστάμεθα. καὶ τὸ κεῖσθαι δὲ πολλὰςλαμβάνει μτβολας. μαρτυρεῖ δὲ ἡ κλίνη. καὶ μάλιστα δὲ ἐπὶ τῶν ῥιπταζομένων, ἔχοντεςπολλάκις δακτύλιον, ἢ ὡπλισμένον, μεταβάλλομεν εἰς τὸ μ ἔχειν, ἡ ἄλλα ἀντί τούτων ἔχειν.τοῦ κάτωτόπου εἰς τὴν ἄνω, καὶ ἀπὸ λευκοῦ χρώματος εἰς μέλαν διὰ κι-διὰ τίουν ἀπὸ ὶνήσεως μεταβαίνομεν. ἐπὶ δὲ τῶν εἰρημένων μεταβολῶν, οὐκ έτι κινήσεων τίθε μὲν εἴδη.οὐδὲ γὰρ ἐρεῖ τίς οἶμαι ὑπὸ τὰ τέσσαρα εἴδη τῶν μεταβολῶν, καὶ τὰ εἰρημένα ἀνά-γεσθαι. ἐπεὶ οὕτωςγε καὶ τὰς κατηγορίας τὰς ἕξ, ὑπὸ τὰς τέσσαρας ἀνάξει. ὁ δὲ μάλι-σταθαυμάζω, πῶς κατὰ τὴν τόπον κίνησιν ἰδόντες, κατὰ χρόνον οὐκ ἐθεάσαντο. εἰ μὴ ἄρα ὁκίνησιν χρόνου τιθεὶς, καὶ χρόνον χρόνου λέγειν ἀναγκασθήσεται, πῶς δὲ αὐτὸς ἀριστοτέ-λης ἐν τῶ τρίτω τῆς φυσικῆς σάφως εἰπὼν, ὥστε κινήσεως καὶ μεταβολῆς ἐστιν εἴδητοιαῦτα ὅσα τοῦ ὄντος. ὅμως καὶ ἐν τῶπέμπτω τῆς πραγματείας ἐκείνης, καὶ ἐνταῦθαοὐκέτι δέκα, ἀλλὰ τέσσαρα εἴδη κινήσεως ἀπαριθμεῖται. ἐπειδὴ δὲ ἐν τῶ πέμπτω τῆςφυσικῆς ἀκροάσεως, καὶ τὰς αἰτίας ἀποδιδόναι προτίθεται ὁ ἀριστοτέλης δι'ὰς ἐν τοῖςἄλλοις γένεσιν οὐφησιν εἶναικίνησιν ἥμεταβολὴν. πρὸς μὲν ἐκείνους τοὺς ἀπολογισμοὺςἐπειράθην τί λέγειν, ἐν ταῖς εἰς ἐκείνην τὴν πραγματίαν σχολαῖς. ἵνα μὴ τολμηρόν-τις ἡ γῆται μελίαν, Δκράντα γαρυόμενον διὶ πρὸς ὄρνιχα θεῖον κατὰ πίνδαρον, ἐθέλωκαὶ τὸν ἄριστον τῶν αὐτοῦ μαθητῶν τὸν θεόραστον ἐπιδεῖξαι ταῖς ἐμαῖς ἐπινοίαις συμψη-φι ζόμενον. λέγει γὰρ ἐν τῶ τέσσαρες καὶ δεκάτω τῶν φυσικῶν, οὕτως. περὶ δὲ κινήσεως,τον μὲν κοινὸν καὶ καθόλου λόγον, οὐ χαλέπὸν ἀποδοῦναι καὶ εἰπεῖν, ὡς ἐνέργειάτις ἐστὶνἀτελὴς τοῦ δυνάμει ὄντος. ἡ τοιοῦτον καθ' ἕκαστον γένος τῶν κατηγοριῶν. ὁ καὶ διὰ τῆςαἰσθήσεως σχεδὸν φαίνεται. ἀλλὰ ταῦτα μὲν κατὰ τῆς πολλῆς συνηθείας τῶν φιλοσόφωνα,ἢ πορημένα, ἀκριβεστέρας καὶ παρ ἡμων καὶ παρ' ἄλλων τυγχανέτω ζητήσεως. μὴ ποτεδὲ οὐδὲ ἀπορίας ἄξια τυγχάνωσιν. οἱ μέντοι στωικοὶ διαφέρειν ἀλλήλων ἡ γοῦνται, τὸμένειν. τὸ ἠρεμεῖν. τὸ ἡ συχάζειν. τὸ ἀκινητεῖν. τὸ ἀκινητίζειν. μένειν γὰρ ἂν ῥηθῆναιπρὸς ἕνα χρόνον. ἀλλὰ πρὸς τὴν ἐνεστῶτα καὶ μέλοντα, μένειν γὰρ λέγομεν, τὸ κατέχοντὸν αὐτὸν χρόνον καὶ καθ' ἕξιν. τὸ γὰρ κατεσχηκός, μεμενηκέναι λέγομεν. χρώμεθαδὲ φασικαὶ ἐπὶ τοῦ μὴ κινεῖσθαι τῶ μένειν. ὥστέ κατὰ χρηστικῶς εἰπεῖν ἀντινα καὶἐπὶ τῶν ἀσωμάτων τῶ μένειν, ἀντὶ τοῦ μικινεῖσθαι. κοινὸν μὲν οὖν πάντων σωμά-των τὸ μένειν. τὸ δὲ ἠρεμεῖν φησὶ, μὴποτε ζώων εἰσὶ συμπτώματα. λίθος γὰρ οὐκἠρεμεῖ. ζώων δὲ καὶ τὸ ἡ συχάζειν. τὸ ἀκινητεῖν καὶ ἀκινητίζειν, ἐπὶ τῶν σωμάτωνλέγεται, ἁπέφυκε μὴ κινεῖσθαι. ἂντὶ τοῦ μὴ κινεῖσθαι δὲ λέγεται.-
Einzelbild herunterladen
verfügbare Breiten