Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

συναμφότερον ἄνισον τιθέμεθα τούτου δὲ ἄντιτίθε μὲν τὸ ἴσον εἰκότως, δια τοῦτοἔσται ἴδιον τοῦποσοῦ, τοἴσοντὲ καὶ ἄνισον λέγεσθαι. καὶ ἐπὶ τῆς οὐσίας δὲ συμφυὲςκαὶ κοινὸν τὸ αὐτὸ θεωρεῖται ἰδιωμα, ἐπὶ πασῶν τῶν ἐν γενέσει οὐσιῶν, τὸ τῆς δυνάμεως ἐπιτηδείως πρὸς ὑποδοχὴν τῶν ἐναντίων παρεσκευασμένον. καὶ ἐπὶ τῆς ποι-ότητος δὲ, τὸ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος, ὡσαύτως ἐν ὑπάρχει. καὶ ἐπὶ τῶν ἄλλωνκατηγοριῶν παραπλησίως ἔνεστιν ἀνευρίσκειντὰ ἑκάστης. Αλλ' ἐπὶ τὴν ἑξῆς κατηγορίαντῶ ἀριστοτέλει συμμεταβαίνωμεν.-ΠΕΡΙΤΩΝΠΟΟΣτι.ρός τι δὲ τὰ τοιαῦτα λέγεται, ἕως τοῦ, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένωνθέσεων λέγονται. Τινὲς μὲν φεύγοντες τὰς ἐπαγομένας ἀπορίας τῆ ἀπο-δοθείση τῶν κατηγοριῶν τάξει, ἄτακτον φασὶν αὐτῶν τὴν διδασκαλί-αν, καὶ κατὰ τὸ ἐπιτυχὸν τῆς διαριθμήσεως τυγχάνειν. οὐκ εἰ δό τες ὡς εἰςχείρονας ἀπορίας ταῦτα λέγοντες, ἐμπίπτουσιν. οἱ γὰρ οὕτω λέγοντες,καὶ τὴν τῶν ὄντων σύνταξιν πρὸς ἄλληλα ἀναιροῦσι, καὶ τὴν τοῦ λόγου πρὸς ἑαυτὸν ὁμο-ἰς αὐτῶν τὴν διδασκαλίαν λεγομένην ὑπολαμβά-λογίαν. Δεῖ τοίνυν ἐντάξει πάντως,νειν. διττῆς δὲ οὔσης τῆς τάξεως, τῆς μὲν, κατὰ φύσιν, καὶ τὴν ἑκάστης τῶν κατηγοριῶν οὐσίαν. τῆς δὲ, πρὸς διδασκαλίαν καὶ τὴν ἡμετέραν ἀμαθίαν, ἕνα ὅρον ἔδει ποιεῖσθαιτῆς παραδόσεως. καὶ μὴ νῦν μὲν, τῆ κατὰ φύσιν τάξει πρὸς χρῆσθαι, αὐθις δὲ τῆπρὸς διδασκαλίαν. κυριώτερον δὲ ὄντος τοῦ κατὰ φύσιν, εἰκότως τὴν οὐσίαν προτάττομεν. ἐπειδὴ, πρώτη πάντων τῶν γενῶν ἐστι, κατ' αὐτὸ τὸ εἶναι θεωρουμένη, καὶ τοῖςἄλλοις τοῦ εἶναι αἰτία γινομένη. καὶ τῶν ἄλλων οὖν κατηγοριῶν τὴν τάξιν κατά τιτοῦ εἶναι φύσιν ἀποδοτέον, καὶ κατὰ τὴν πρὸς τὴν οὐσίαν οἰκειότητα. ὥστε τὰ μὲν συγ-γενέστερα πρὸς τὴν οὐσίαν, προτάττεσθαι. τὰ δὲ ἀλλοτριώτερα, ὕστερα ἀπαριθμεῖσθαι.εἰ τοίνυν προτέτακται τὰ καθ' αὑτὰ τῶν πρός τι, καὶ τὰ ὡς ἐν ὑποκειμένων τάξει προ-ὑπάρχοντα, τῶν ὡς συμβεβηκότων ἐπιγινομένων, δηλονότι προηγεῖται τὸ ποιὸν, τῶπρός τι. καὶ τῆ οὐσία δὲ οἰκειότερον, ὡς καὶ οἱ περὶ τοῦ λούκιον ἐγκαλοῦσιν. οἰκειότερον γὰρτὴν σωκράτὴν δηλῶσαι ἀπὸ τοῦ σιμοῦ καὶ τοῦ ἐξοφθάλμου καὶ προγάστορος, ἅπέρ ἐστιποια, ἀπὸ τοῦ δεξιοῦ καὶ φίλου, καὶ τῶν ἄλλων τῶν πρός τι. ἄλλως τέφασιν, εἰς δύο δι-αιρουμένων τῶν λεγομένων, εἴς τε τὸ καθ' αὑτὸ καὶ εἰς τὸ πρὸς ἕτερον, ἀρξάμενον περὶ τῶν καθ'αὐτὸ λέγειν, ἐν οἷς οὐσία καὶ τὸ ποσὸν, ἔδει καὶ τὸ ποιὸν προστιθέντα, οὕτως ἐπὶ τὰπρός τι μεταβῆναι. εἰ δὲ καὶ κατ' αὐτὸν τὴν ἀριστοτέλην παραφυάδι οικε τὰ πρός τικαὶ τοῖς καθ' αὑτὰ νοουμένοις ὡς ὕστερα ἐπιγίνεται, πῶς οὐκ ἄν εἴη μετὰ τὸ ποιόνκαὶ ἀρχύτας δὲ, Πρώταν μὲν τὰν οὐσίαν φην εἶναι δεῖ, καὶ τὰ συνυπάρχοντα αὐτά.καὶ οὕτως ποτ' ἄλλότι πῶς ἔχεν αὐτά. μετὰ δὲ ταύταν, τὰν τῶν ἐπικτάτων σχέσιν.Οὐσίαν μὲν πρωτὴντιθέμενος, ἐν πάντα, καὶ ς χωρὶς οὐδὲν εἶναι δυνατόν. μετὰ δὲ ταῦ-τα τὰ συνυπάρχοντα αὐτὴ, ποιόντε καὶ ποσὸν. γενομένων δὲ πλειόνων, ἀνάγκη