Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

καὶ κοινότερος δὲ τόπος κατὰ τὸ πέρας τοῦ περιέχοντος, οὐχ ὡς πέρας ἁπλῶς ἔχειτο, τόπος εἶναι, ἀλλὰ κατὰ τὸ δραστικὸν καὶ ὑποδεκτικὸν καὶ ὁριστικὸν, ὡς καὶ ἰάμβλιχοςεἶπε. τὰ γὰρ περιέχοντα, ἀεὶδραστικὴν ἔχει καὶ περιεκτικὴν καὶ ὁριστικὴν τῶν ἐν αὐτοῖςδύναμιν. ἀλλὰ ταῦτα μὲν ἀρκείτω πρὸς τὸ παρόν.ΠΕΡΙΤΟΥ ΣΑΕΙΗ-ἐπὶ δὲ τὴν λοιπὴν κατηγορίαν τὴν τοῦ ἔχειν ἰόντες, πρῶτον πάλινπερὶ τῆς τάξεως ζητῶμεν. καὶ γὰρ ἀρχύτας μὲν μετὰ τὴν οὐσίαν καὶ τὰσυνυπάρχοντα τῆ οὐσία, τήντε ποιότητα καὶ ποσότητα, καὶ μετὰ τὰπρός τι, ἐφεξῆς τὴν τοῦ ἔχειν κατηγορίαν τίθησι λέγων. Πετὰ δὲ ταῦτα τῶν ἐπικτάτων σχέσις. φανερὸν δὲ ὅτι καὶ ἁκράτησις ὁποῖον ἂν τι νῶν ἐπικτάτων ἀπὸ ταύτομάτου, ὑπὸ ταύταν ἐν τί. μετὰ γὰρ τὴν πρὸς ἄλληλα ἐξι-σάζουσαν σχέσιν, οἰκείως ἐνόμισεν εὐθὺς τὴν τῶν ἐπικτήτων σχέσιν διηριθμῆσθαι, οὔ-τως ἔχουσαν συγγενῶς πρὸς ἐκείνην. δὲ γε ἀριστοτέλης τὸ ἐξ ἑαυτοῦ πᾶν ἀρχηγικώ-τερον οἰόμενος εἶναι τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου. ἐπειδὴ τὰ μὲν ἄλλαπάντα γένη, ἐν οὐσία, ἐν σχέσεσι τι σιν ὄντα ἀφ' ἑαυτῶν, τινὰ μοῖραν εἰς τὸ εἶναι συμ-βάλλεται. τὸ δὲ ἔξωθεν ἔχειν ὅλον καὶ ἐπικτητον περὶ ἡμας γίνται. διὰ τοῦτο τελευταῖ-ον αὐτὸ τίθησι. καὶ τὸ πολλαχῶς δὲ λέγεσθαι τὸ ἔχειν, ἐναργέστερον τοῦ ποῦ καὶ ποτέ.καὶ γὰρ ἐκεῖνα πολλαχῶς ἐλέγετο, ἐπί τε τοῦ τόπου καὶ τοῦ ἐντόπω. καὶ του χρόνου καὶτοῦ ἐν χρόνω. καὶ τοῦτο οὖν ἀφορμὴν παρέχει τῆς ἐπὶ τῶ τε λει θέσεως αὐτῆς. δῆλον δὲὅτι κὰν πολλαχῶς λέγηται τὸ ἔχειν, οὔτὸ ὁμώνυμόν ἐστι τὸ γένος, ἀλλὰ τὸ ἐκ τῆς ὁμωνυμίας διακρινόμενον. ἐν μέντοι ταῖς τῶν ἰδίων ἀποδόσεσι, καὶ ἀρχύτας οὐ μετὰ τὰπρός τι, ἀλλὰ μετὰ τὸ ποιεῖν καὶ πάσχειν ἔταξε τὸ ἔχειν, ἑβδόμην αὐτῶ τάξιν ἀπο-δοὺς. καὶ ἴσως ἐνδείκνυσι διατούτου, ὅτι κᾶν ἔχητινὰ τάξιν τὰ γένη, ἣν ἐν τῶ περὶ τῆςτάξεως λόγω παραδέδωκεν, ἀλλὰ τάγε ἔσχατα, καὶ ἀδιαφ'λτος, ορεῖ πῶς κατὰ τὴν τάξινδιὰ τὴν ἀρχήγικὴν καὶ γενικὴν ἁπάντων ὑπαρξιν. ἀλλὰ πειμντῆς τάξεως, ἀρκεῖ τὸ σαυ-τά. τὴν δὲ φυσιν αὐτοῦ καλῶς ἀρχύτας παρέστησεν εἰπων. Τῶ δὲ ἔχεν ἰδιόν ἐστι τὸἐπίκτατον καὶ τὸ κεχωρισμένον τὰς οὐσίας, σωματῶδες ὑπάρχον. τὸ, τελώπιον καὶ τὰὑποδήματα ἑτερὰ τῶ ἔχοντος ἐντί, οὔτε σύμπε φύκαντι αὐτῶ, οὔτε μᾶν συμβεβή- κάντι, ὥσπερ χαρωπότας καὶ μανότας. τούτων γὰρ ἕκαστον ἀσώματον. ἀλλ' ὥσπερ τὸ σῶ-ἡμα καὶ τὸ ἐπίκτατον. Επικτήτου οὖντινὸς μέτουσία, καὶ τοῦ κεχωρισμένου τῆς οὐσίας,καὶ μὴ διατιθέντος αὐτὴν καθ' αὐτὸ, μὴ δὲ ὀνομάζεσθαι ἀφ' ἑαυτοῦ ποιοῦντος καὶ περι-κειμένο, τὸ ίδιον ἐστὶ τοῦ ἔχειν. καὶ σωματικὸν οὖν εὐθὺς τοῦτο, ἀλλ' οὐχὶ συμβεβηκός. διὸοὔτε συμφυές ἐστιν, οὔτε ἀλλοιωτικὸν τοῦ ἔχοντος. ὥστε οὔτε ποιότητα οὔτε πο-σοτητα, οὔτε σχέσιν οὔτε ἐνεργειαν πάθος ἔχον τι, κατὰ τοῦτο τὸ γένος λέγεται ἔχειν.ἀλλ' οὐδέ ἔστιν ὡς μέρος ἔχειν. συμφυη γὰρ ταῦτά ἐστι, καὶ αὐτὸ ἐκεῖνο. ἀλλ' εἴτι σῶμα ἐπί-κτητον ὡς ἕτερον ἑτέρω περίκειται, τοῦτο ἐν τῆ τοῦ ἔχειν περιείληπται κατηγορία.