Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τῶν γενῶν διατείνει. πάντα τοῖς ἀλύτοις δεσμοῖς τῆς ὁμοιότητος τὰ ὅλα συμπε-ραίνουσα. διὰ τοῦτο καὶ πλάτων ἐν παρμενίδη, τὸ ἓν διὰ πασῶν μὲν διατείνει τῶν ὑποθέσεων. εἴ τε περὶ θεοῦ, εἴτε περὶ νοῦ, εἶτε περὶ ψυχῆς ἡ σώματος ὁ λόγος γένοιτο, κατὰ τὰπάντα προϊοῦσαν διαφορουμένην κοινότητα. ἀλλὰ πῶς ἐκεῖ τὸ πάσχειν καὶ τὰ πρός τικαὶ τὸ κεῖσθαι καὶ τὰ τοιαῦτα. ἢ δυνατὸν μὲν καὶ ταῦτα κατὰ ἀναλογίαν ἐκεῖ θεωρεῖν. εἴπερμεθέξεις ἀπ' ἀλλήλων καὶ ἱδρύσεις ἐν ἀλλήλοις καὶ ἐπ' ἐκείνων εἶναι λέγομεν. καὶ τὰ μὲν, αἰτια.τὰ δὲ αἰτια τὰ, ὑμνοῦμεν. εἰ δέ τις ἄλλως ἀκούων τοῦ πάσχειν καὶ τοῦ πρός τι μὴ ἀξιοῖθε-ορεῖν αὐτὰ ἐν τοῖς νοητοῖς, οὐκ ἀπίθανον λέγειν, ὅτι δέκα ὄντων τῶν ὅλων γενῶν, ἐνμὲν τοῖς συνθέτοις, πάντα ἐστι. καὶ ἐν τούτω τὴν σύνθεσιν ἐνδεικνυμένοις. καὶ γὰρ ἐν τοῖς με-ρικώτέροις, ἀεὶ πλείονα ἐστι τὰ ὑπάρχοντα κατὰ μερισμὸν πλέοναζομένοις. διὸ καὶ ἐντῶ σωκράτει τὰς δέκα κατηγορίας ὁ ἀρχύτας ἐν δείκνυται. ἐπὶ μέντοι τῶν οὕτωςοὐ πάντα ὑπάρχει, ἀλλὰ μόνα τὰ τοῖς ἁπλουστέροις ἀρμόζοντα γένη. καὶ οὐκ ἂν εἶηδιὰ τοῦτο ἡ διαίρεσις ἐλλείπουσα τῶν γενῶν. οὐ γὰρ εἴτινα μη μετέχει τῶν ὅλω-νῶν ἐλλιπὴς ἡ διαίρεσεις δείκνυται, ἀλλ' ἐάντι τῶν προτειγομένων ἔξωπίπτει τῆς εἰςτὰ δέκα γένη ἀναγωγῆς, τότε ὁ καθόλου λόγος τῶν κατηγοριῶν ἐνδεῆς ἔσται.-ΠΕΡΙΟΥΣΙΑΣ-ὐσία δέ ἐστιν, ἡ κυριώτατάτε καὶ πρώτως καὶ μάλιστα λεγομένη. ἡγμητε καθ' ὑποκειμένου τινὸς λέγεται, μήτε ἐν ὑποκειμένω τινί ἐστι.οἷον ὁτίς ἄνθρωπος, ἢ ὁτίς ἵππος.Πρότερον μὲν ἐντάξει πἀντα τὰ γένη κατηριθμήσατο, ὑποτύπω-τθτικὴν αὐτῶν τὴν διδασκαλίαν διὰ παραδειγμάτων ποιησάμενος. νῦν δὲἕκαστον προχειριζόμενος, τὴν ἀκριβεστέραν ὡς οἷόντε παράδοσιν αὐτοῦ ποιεῖται. τήν τεἔννοιαν δι' ὑπογραφης ἐπιδεικνύων καὶ τὰ παρακολουθοῦντα καὶ τὰ ἰδια ἀνακαθαι-ρόμενος. οὕτως δὲ καὶ ἀρχύτας ἐποίησε. προτάττει δὲ τῶν ἄλλων τὴν οὐσίαν. καὶ τὴν αἰ-τίαν αὐτὸς προιῶν ἐρεῖ. πάντα γὰρ τὰ ἄλλα, ἢ οὐσίαι εἰσὶν, ἢ ἐν ταῖς οὐσίαις τὸ εἶναιἔχει. εἰ οὖν αὕτη μὲν καθ' αὐτὴν ὑφεστῶσα ἡ οὐσία οὐδενὸς δεῖται τῶν ἄλλων, τὰ δὲἄλλα δεῖται τῆς οὐσίας, καὶ τοῦ εἶναι ὅλως καὶ τοῖς ἄλλοις ἡ οὐσία μεταδίδωσιν, εἰκότωςπροτετίμηται τῶν ἄλλων ἡ οὐσία. καὶ γὰρ τὰ μὲν ἄλλα τὰ τῆ οὐσία συμβεβηκέναι λεγο-μενα, αὐτῆς ἐστι τῆς οὐσίας. ἡ δὲ οὐσία, οὐδενὸς τῶν ἄλλων ἐστὶν, ἀλλ' ἑαυτῆς. διὸ καὶκαθ' ἑαυτὴν ὑφεστάναι δύναται μόνη τῶν ἄλλων. καὶ συναναιρεῖ μὲν ἑαυτὴ τὰ ἄλλα. οὐ συναναιρεῖται δὲ ὑπ' ἐκείνων. καὶ ἀρχύτας δὲ περὶ τῆς τάξεως τάδε γέγραφεν. ἡ δὲ τάξιςαὐτῶν, ὡδε ἔχει. Πρώτα μὲν γὰρ τέτακται ἡ οὐσία, διὰ τὸ μόναν ταύταν ὑποκεῖσθατοῖς ἄλλοις, καὶ αὐτὰν καθ' ἑαυτὰν δύνασθαι νοεῖσθαι. τὰς δὲ ἄλλας, μὴ ἄνευ ταύτας. ἢ γὰρκατ' αὐτὰς, ἢ ἐν αὐταῖς ὑποκείμεναι κατηγοροῦνται. Αποροῦσι δὲ καὶ πρὸς τὴν περὶ τῆςοὐσίας λόγον, ὅ, τε πλωτῖνος, καὶ οἱ περὶ τὴν νικόστρατον, πῶς ἐν γένος ἡ οὐσία. εἰ γὰρ κοι-νόντι καὶ τῆς νοητῆς καὶ τῆς αἰσθητὴς εἴη, πρὸ ἀμφοῖν ἔσται, καὶ ἀμφοῖν κατηγορηθήσεται.Α γ