Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἀλλοίωσις τῆ φθορᾶ αὐτή. παρακολουθοῦσα ταύτη καὶ ταύτης τί. ἀλλ' εἴπερφησὶνἀλλοίωσις τῶν ἄλλων κινήσεων τινὶ αὐτὴ ἦν, ἔδει τὸ ἀλλοιούμενον καὶ ἐκείνην πάντως κινεῖ-σθαι τὴν κίνησιν. νῦν δὲ πολλὰ ὁρῶμεν λευκαινόμενα καὶ θερμαινόμενα, καὶ κατὰ τὰς ἄλλαςποιότητας μεταβάλλοντα. καὶ μήτε αὐξόμενα μητε μειούμενα ἢγινόμενα φθει-ρόμενα. μὴδὲ μέντοι κατὰ τόπον μεταβάλλοντα. ὁμοίως δὲ καὶ τὸ κινούμενον ἄλλην κί-νησιν. οἷον τὸ αὐξόν ταὶ-μενος. τῆ αὐξήσει αὐτή ἐστιν. εὐθέως καὶ ἀλλοιοῦσθαι. πολλὰ δὲ αὐξό-μενα, οὐκ ἀλλοιοῦται, ὥσπερ τὸ τῆ παραθέσει τοῦ γνώμονος τὸ αὐξόμενον τετράγωνον.καὶ θαυμαστῶς ἐπὶ τῆς αὐξήσεως εὗρεν ἐπισυμβᾶσαν ὅλως ἀλλοίωσιν. ἐπὶ γὰρ τῶνἄλλων κινήσεων, δύσκολον τὸ μὴ συνυπάρχειν αὐτὴν. καὶ γὰρ τὸ κατὰ τόπον κι-νούμενον θερμαίνεται. καὶ τῆ θερμότητι χρῶμα διάφορον ἀκολουθεῖ. καὶ τὸ γι-νόμενον καὶ φθειρόμενον, ἀλλοιουμένων τινῶν, ἐκείνας κινεῖται τὰς κινήσεις. διόπερ ἐπὶ τῆς ἀλλοιώς ἀπορία χώραν ἔσχε. κᾶν συνυπάρχη δὲ, αὐτή ἐστιν ἐκείναις. ἀλλ' ὅτι μὲν ἄλληπαρὰ τὴν διαφοράν ἐστιν ἀλλοίωσις, δέδεικται, εἴπερ καὶ κατὰ τοὺς τὴν αὐτὴν τιθέντας,μέν ἐστιν φορὰ τῶν μορίιων ὥσφασιν, ἄλλου δὲ ἀλλοίωσις τοῦ ἄλλε. ὅτι δὲ ἄλλη παρὰ τὴναὔξησιν, κανῶς ἐκ τῆς τετραγώνου αὐξήσεως δέδεικται. καὶ γενέσεως δὲ καὶ φθορᾶς,ἕτερα ἀλλοίωσις. καὶ γὰρ αὕτη μὲν σωζομέντε τοῦ ὑποκειμένο, γίνται γένεσις καὶ φθορα. μὲνἐκ μὴ ὄντος εἰς ὄν. δὲ, ἐξ ὄντος εἰς μὴ ὄν. τούτων δὲ καὶ τῶν ἄλλων γένεσις καὶ φθορὰ δια-φέρουσιν. ὅλως δὲ, ὧδιαφέρουσιν αἱ τέσσαρες κατηγορίαι ἀλλήλων, ἥτε οὐσία, καὶ τὸ πο-ήσον, καὶ τὸ ποιὸν, καὶ τὸ που, τούτω καὶ κατὰ ταύτας τὰς κινήσεις διοίκουσιν. Εστι δὲ ἁπλῶς μὲν κίνησις ἠρεμία ἐναντία. ἕως τοῦ, ἀλλοιοῦται γὰρ εἰς τοὐναν τίον τοῦ ποῦ, μεταβολῆςγινομένης. ῶς περ τινὰς τῶν κατηγοριῶν, οὕτως καὶ τὴν κίνησιν ἐπιδεκτικὴν τοῦ ἐναντίουθεασάμενος, ἁπλῶς μὲν τῶ κινήσει τὴν ἠρεμίαν εἶναι φησὶν ἐναντίαν. οὐ τὴν στάσιν καλῶν.ἀλλὰ τῆς κινήσεως ἀπόφασιν καὶ στέρησιν. ταῖς δὲ καθ' ἕκαστα κινήσεσι, τὰς καθ' ἕκαστακινήσεις. γενέσει μὲν, φθοράν. αὐξήσει δὲ, μείωσιν. αὗται γὰρ κατὰ συζυγίαν ἀντίθετοι προή-χθησαν. δὲ κατὰ τόπον μία εἶναι δοκοῦσα, τί ἄν ἔχοι ἐναντίον. καθόσον μὲν κίνησις κατὰτόπον, τὴν κατὰ τόπον ἠρεμίαν. καθόσον δὲ ἐναντιώσεις εἰσὶ τὸπικαὶ, ἐναντίον γὰρ τὸ ἄνωτῶ κάτω, κατὰ τοῦτο καὶ κίνησις εὑρεθήσεται ἐν αντία ἐπὶ τὸν ἐναντίον τόπον. οἷον ἐπὶ τὸ κά-τω κίνησις, τῆ ἐπὶ τὸ ἀνωκινήσει. τῆ δὲ λοιπῆ τῶν κινήσεων, τοῦτεστι τῆ ἀλλοιώσει, κατὰτὸ ποιὸν οὔση κινήσει, οὐ ῥάδιον φησὶν ἀποδοῦναι τὸ ἐναντίον. οὐχ ὅτι οὐκ εἰσὶ ποιο-τητες ἐναντίαι καὶ κινήσεις κατ' αὐτὰς, ἀλλ' ὅτι οὐκ ἔστι συνήθης κατὰ τοῦτο τῆς ἀντιθέσε-ως ἔννοια. πλὴν ὅτι οὐδὲ κίνησις οὕτως ἐναργὴς κατὰ ἀλλοίωσιν, ὡς κατὰ τόπον. μικρὸνδὲ ἐπιστήσασι φανεῖται. διὸ κατὰ ἀναλογίαν μετάγειν ἀξιοιτὰ ἐπὶ τῆς τοπικῆς κινήσεωςεἰρημένα, ἐπὶ τὴν κατὰ τὸ ποιὸν. καὶ ἀντιτιθέναι τῆ κατὰ τὸ ποιὸν κινήσει, τήντε ἐν τῶ αὐτῶποιῶ τῶ μεταβάλλον τι ἠρεμίαν, καὶ τὴν ἐκ τοῦ ἐναντίου ποιοῦ εἰς τοῦτο μεταβολήν. οἷοντῆ τοῦ λευκοῦ εἰς μέλαν, ἣν μελάνησιν καλοῦσι. καὶ τὴν ἐκ τοῦ μέλανος εἰς τὸ λευκὸν, ἣνλεύκανσιν ὀνομάζουσι. μὴ μέντοι ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν κινήσει τὴν ἐν τῶ λευκῶ ἠρε-μίαν ἀντίθετέον. ἀφίστασθαι γὰρ δεῖ τοῦ ἐναντίτο, ἀλλ' οὐκ εἰς τὸ αὐτὸ καταντᾶν. ἠρεμίανδὲ ἀκουστέον φησὶν ἰάμβλιχος, τὴν τῆς κινήσεως στέρησιν. ἣν κατὰ χρηστικῶς ἐναντίαν