Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

δὲ αἱ κατηγορίαι αὗται κινήσεις, ἀναγκαίως εἰς τὴν ἐπίκρισιν τούτων τὰ εἴδη τῆς κι-νήσεως παραδέδωκε. καὶ τὴν τάξιν τρίτην ἀπέδωκεν αὐτοῖς, ὥσπερ εἶχον καὶ αἱ κα-τηγορίαι τὴν τάξιν. τελευταῖον δὲ, περὶ τῆς τοῦ ἔχειν ὁμωνυμίας διεστείλατο, ὅτικαὶ τῆς τοῦ ἔχειν κατηγορίας τελευταίας ἐμνημόνευσεν. ἀναγκαῖον οὖν εἰς τὴν ἐπὶκρισιν ταύτης τὸ πλῆθος τῶν πολλαχῶς λεγομένων χωρὶς ἀφορίσαι, ἵνα μηδὲνὑπ' αὐτῶν ἐπιταραττώμεθα. ὥστε ἀναγκαία γέγονεν αὐτῶ, ἡ τούτων τῶν θεωρημά-των παράληψις. καὶ ἡ τάξις αὐτῶν, ἑπομένως διετάχθη τῆ τάξει τῶν κατηγοριῶν. ἔστιδὲ καὶ πρὸς πᾶσαν τὴν διαλεκτικὴν χρήσιμα ταῦτα. καὶ ἄξιον τοῦτο τῆς τῶν ἀρχαίων δυ-νάμεως, τὸ τοῖς αὐτοῖς ὡφελίμως ἐπὶ πολλὰ χρῆσθαι. ἀλλὰ ταῦτα μὲν κοινῶς εἰρήσθω.ΠΕΡι ΤΩΝΑΝΤΙΗΕΙΜΣ ΝΩΝ-ερὶ δὲ τῶν ἀντικειμένων ἀρξάμενος, ζητεῖ ὁἰάμβλιχος πόθεν αὐτὰπρώτως ἐνοήσαμεν. ἀρὰ τὰ ἀναιρετικὰ ἀλλήλων κατανοήσαντες ζῶακαὶ φυτὰ, οὕτως τὴν ἀντίθεσιν αὐτῶν διεστησάμεθα, ἢ τὰ μὴ συνυ-πάρχοντα πράγματα καθόσον οὐ συνυπάρχειμαχόμενα ὑπε-τντι ὧκλεντη λάβομεν. ἀλλ' οὔτε ἀναίρεσις οὔτε ἀνυπαρξία τινῶν εἰσάγει τὴν ἀντί-θεσιν. καὶ γὰρ συνυπάρχουσιν ἔντισιν, ὥσπερ ἐν τοῖς πρός τι θεωρεῖται τὰ ἀντι-κείμενα. οὐ μέντοι οὐδὲ γένος τί κοινόν ἐστι τὸ τῶν ἀντικειμένων, ὡς δοκεῖ τισὶ τῶν περιπατητικῶν. ἀλλὰ φωνὴν μίαν κοινὴν τὴν τῶν ἀντικειμένων λαβὼν ὁ ἀριστοτέλης,οὐκατὰ μαχομένων καὶ ἀσυντροχάστων μόνων τὴν ὁμωνυμίαν ἔταξεν, ἀλλὰ καὶ κατά τι-, ἀντιθέτως δὲ ἀλλήλοις συνυπαρχόντων, ὥσπερ τὰ πρός τι. ὅταννων συνυπαρχον.γὰρ ἥμισυπρὸς διπλάσιον λέγωμεν, μαχήτικὴ μὲν σχέσις οὐδὲ μία ἐστιν. ὑποτρέχειδέ τις κᾶν μὴ ἐναντίωσις, ἀλλ' ἀντιθέσεως πάντως διαφορὰ κατά τινα ἰδιότροπονἀντίθεσιν. διὸ, οὐδὲ ὑφ' ἓν γένος ὑπάγεται πρὸς τὰ ἄλλα τὰ τριχῶς ἀντικείμενα. ἀλλ' οὐδὲ τὰ μὲν πρός τι ὁμώνυμα, τὰ δὲ ἄλλα τρία γένη, ὑφ' ἐν γένος τὸ τῆς ἀνυπαρξίας καὶ μά-χῆς τάττεται. οὐδὲν γὰρ ἔχει κοινὸν γένος πρὸς ἄλληλα, ἀλλ' ὁμωνύμως ἀντίκειται τὰκοινῶς ἀντικεῖσθαι λεγόμενα. διὸ καὶ ἀριστοτέλης. Περὶ δὲ τῶν ἀντικειμένων φησ, πο-σαχῶς εἴωθεν ἀντιτίθεσθαι. τὸ γὰρ ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι, τοῦ ὁμωνύμου.τίνες δὲ τῶν περιπατητικῶν, γένος ἔφασκον εἶναι τὸ ἀντικείμενον. διό τι κοινὸς ὅρος ἀπὸδιδοται τῶν ἀντικειμένων τοιοῦτος. ἀντικείμενα λέγεται, ὅσα περὶ τὸ αὐτὸ ἅμα καὶ κοινῶςσημαινόμενον τοῦ αὐτοῦ πράγματος, καὶ πρὸς τὸ αὐτὸ ἔξωθεν ἐξεταζόμενα, συνυπάρ-ξαι οὐδύναται. τοῦτο δὲ τοῖς τέτρασιν εἶδεσι τῆς ἀντιθέσεως οὐχ ὑπάρχει. ἐπί τε γαὰρτῶν ἐναντίων, ἀδύνατον τὰ αὐτὰ ἅμα καὶ κατὰ τὸ αὐτὸ, καὶ ἡ αὐτὸ λευκὸν εἶναι καὶ μέ-λαν. καὶ κατὰ τὰ πρός τι δὲ ἀνύπαρκτά ἐστι τὰ ἀντικείμενα, πρὸς τὸ αὐτὸ ἐξεταζό-μενα. οὐ γὰρ οἷόντε τὸ αὐτὸ πρὸς τὸ αὐτὸ, μεῖζον ἅμα εἶναι καὶ ἔλαττον. οὐδὲ τὸναὐτὸν τοῦ αὐτοῦ ἅμα δεσπότην εἶναι καὶ δοῦλον. ἀλλ' οὐδὲ τὰ κατὰ ἕξιν καὶ στέρησιν,