ΠΕΡιΤΟΥ ἢΕΙΟΟΑΙ-Ετὰ δὲ τὸ ποιεῖν καὶ πάσχειν, ὁ μὲν ἀριστοτέλης, τὸ κεῖσθαι τέθείκεν. ὁδὲ ἀρχύτας, τὸ ἔχειν. ὁ μὲν γὰρ, ἀπεῖδεν εἰς τὸ τέλος εἶναι τοῦ ποιεῖνἢ τοῦ πασχειν, τὸ κεῖσθαι. ἢ γὰρ τίθησι τί, ἢ τίθεται. ἵνα οὕτως τὸ κεῖσθαιγένηται. ἔστι δὲ τὸ μὲν τιθέναι, ποιεῖν. τὸ δὲ τίθεσθαι, πάσχειν. ἢ ἐπει-άμα ἐαι δὴ κατὰ φύσιν ἕκαστα ἐν τοῖς οἰκείοις ἢ ἀλλοτρίοις τόποις κείμενα, ποιεῖκαὶ πάσχει. διὰ τοῦτο τῶ ποιεῖν καὶ πάσχειν συνήψε τὸ κεῖσθαι. κατάγε τοῦτο, καὶ προη-γεισθαι ὁ φεῖλον αὐτῶν. καὶ διότι πρώτη σχέσις ἐστι παντὸς σώματος. ἢ πρὸς το δεχό-μενον αὐτοῦ τὴν θέεσιν. ἔπειτα οὕτως δέχεται τὴν τῶν ἐπικτήτων ἕξιν. ἀρχύτας δὲἀπιδὼν εἰς τὰς σχέσεις, τήντε ἀφ' ἑαυτοῦ πρὸς ἕτερον, καὶ τὴν ἀφ' ἑτέρων πρὸςαὐτὸ. καὶ ὅτι κατὰ ταύτην μὲν τὸ ἔχειν, κατ' ἐκείνην δὲ τὸ κεῖσθαι γίνεται, προετί-μησε τὸ ἔχειν τοῦ κεῖσθαι. διό τι ἀσχετωτεράπως ἐστιν, ἡ ἀφ' ἑτέρων πρὸς ἑαυτὰ σχέ-σις, τῆς ἀφ' ἑαυτῶν πρὸς ἕτερα. καὶ διότι ἐνέργειαν μᾶλλον ἐμφαίνει τὸ ἔχειν, ἢπερτὸ κεῖσθαι. καὶ διό τι κοινότερόν ἐστι τὸ ἔχειν τοῦ κεῖσθαι. οἰκείως δὲ ἑκάτερος ταῖςἑαυτοῦ περὶ τῶν γενῶν τούτων ὑποθέσεσι, καὶ τὴν τάξιν αὐτοῖς ἐπιτεθεικεν. ὁ μὲν γὰρἰτας, τὰ καθαρὰ γένη τοῦ ποιεῖν καὶ πάσχειν ἐν τοῖς ἀρχηγικωτάτοις θέμενος,τοῦ μὲν ποιεῖν, ἐν τῶ θεῶ, τοῦ δὲ πάσχειν, ἐν τῆὕλη, εὐ λόγως συνέταξε τὸ ἔχειν, ὅπερἐγγίνεται τηὐλη ἀπὸ τοῦ θεοῦ. ἐγγινομένου δὲ τοῦ ἔχειν τῆ ὕλη ἀπὸ τοῦ θεοῦ, τὸ εἴδοςτό τε γίνεται τὸ σύνθετον, σῶμα ἤδη ὃν, καὶ τοῦ κεῖσθαι δεόμενον. ἔστιν οὖν ἀρχηγι-κὸν καὶ τὸ ἔχειν. ἔστι δὲ καὶ κοινότερον τοῦ κεῖσθαι. τὸ μὲν γὰρ ἔχειν, καὶ ἀσωμάτοιςὑπάρχει, ὡς τῆ ψυχῆ τὸ μὴ ποιητικὸν αὐτῆς ἀκούσμα. τὸ δὲ κεισθαι, σώμασι μόνοιςκαὶ τοῖς τῶν μεγεθῶν πέρασιν, ὡς ἐπιφανεία, καὶ γραμμὴ, καὶ σημείω. ὁ δὲ ἀριστο-τέλης φυσικὰς τὰς ποιήσεις παραδοὺς τὰς κατὰ τὸ θερμαίνειν καὶ ψύχειν, αἰτινεςπερὶ τὰ σώματα καὶ ἐν σώμασιν ὑπάρχουσι, συμφώνως ἑαυτῶ τὸ κεῖσθαι τῶ ποιεῖν καὶπάσχειν συνέταξε. τὸ δὲ ἔχειν, ἐν μόνοις τοῖς μεριστοῖς κτήμασιν. οἷον ὑποδήμασι καὶὅπλοις ἀφοριζόμενος, εἰκότως ὕστερον τε θεικετὸ ὅλον αὐτοῦ καὶ ἀρχηγικὸν γενος,μηδέπω παραδους ἐν ταῖς κατηγοριαις. ὅτι δὲ ἀντιπλεον εκτεῖ ἄλληλα, τό, τε κεῖσθαικαὶ τὸ ἔχειν, καὶ αὐτὸς ἀρχύτας ἐδήλωσε, πρὸς τοῖς τέλεσι προτάττων τὸ κεῖσθαιο τοῦ ἔχειν. ἐν οἷς φησίν. ἔτι δὲ ποιὲν καὶ πάσχεν καὶ κεῖσθαι καὶ ἔχεν. καὶ πάλιν.οὐδὲ μᾶν ποιέων τί ἢ πάσχων. οὐδὲ κείμενος, οὐδὲ ἔχον τί. πολλάχου δὲ καὶ παραλιμ-πάνει τὸ κεῖσθαι ὁ ἀρχύτας. περὶ μὲν τῆς τάξεως τοῦ κεῖσθαι, τοσαῦτα εἴρήσθω.περὶ δὲ τῆς ἐννοίας αὐτοῦ, τὸ μὲν διὰ παραδειγμάτων ὑπογράφειν, οἷον κάθηται. ἀνάκει-ται. ἡ τὰ ἀπαρέμφατα λέγοντα. οἷο τὸ καθῆσθαι. ἑστάναι. ἔχει μὲν τὴν ὑπόμνησιν.οὐ μὴν αὐτάρκες εἰς ἀκριβη γνῶσιν, ἀλλὰ διαρίθμησιν μᾶλον ποιεῖται τῶν ἐν τῶ κεῖσθαιπεριεχομένων. βέλτιον οὖν διακαθαίρειν τὴν περὶ αὐτοῦ ἔννοιαν, ἀφαιροῦντα τὴν ἐπεισιοῦ-σαν τοῦ πρός τι σχέσιν. ἀφαιροῦντα δὲ, κίνησιν καὶ στάσιν. ἔτι δὲ καὶ τὸ ποιεῖν καὶ πάσχειν.
Einzelbild herunterladen
verfügbare Breiten