Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ΠΕριΤΟΥ ΠΟΥ ΚΑΙΠΟΤΕ-ετὰ δὲ τὸ κεῖσθαι, ἀμφίβολος τάξις ἐστι τῶν λοιπῶν κατηγοριῶν. καὶγὰρ ἀριστοτέλης, ἄλλοτε ἄλλως μνημονεύει τῆς τάξεως. ἐν ἀρχῆ μὲν τὸποῦ καὶ ποτε προτάξας τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν. ὕστατα δὲ πάντωνεθθεὶς, τὸ ποιεῖν καὶ πασχειν. προίῶν δὲ, τὸ ποιεῖν μὲν καὶ πάσχειν, προτί-θησι. τὸ δὲκεῖσθαι, προτάττει τοῦ ποτε καὶ τοῦ ποῦ, οἷς αὐτὸ πρότεροντὲ ὑπέταξε. καὶ τὰ ἄλλα δὲ, ἄλλοτε ἄλλως τίθησιν. ἐνίοτε δὲ καὶ ἐν τῶ αὐτῶ τόπω ἐναλλάττων φαίνεται τὴν τάξιν. ἐν μὲν γὰρ τῶ φάναι, περὶ μὲν τοῦ ποτὲ καὶ τοῦ ποῦκαὶ τοῦ ἔχειν, ἄλλως φαίνεται διορίζων. ἐν δὲ τῶ ἐπεκδιηγεῖσθαι, ἑτέρως διορίζει τὴντάξιν. ἀλλ' οὐδὲ ἐπὶ τῶν προτέρων κατηγοριῶν, ἐφ' ὧν τὸν πολὺν ποιεῖται λόγον.φαίνεται τηρῶν τὴν αὐτὴν τάξιν. ἀλλ' ὅπου μὲν τὸ ποιὸν προτάττει τοῦ πρός τι, ἐν δὲτῶ δια πραγματέύεσθαι περὶ αὐτῶν, τὸ πρός τι τοῦ ποιοῦ. καὶ ὅλως οὐδαμοῦ περὶ τῆςτάξεως τῶν γενῶν, οὐδεμίαν αἰτίαν ἀριστοτέλης ἀπεφήνατο. μέντοι ἀρχύτας,ότην ἐντοῖς πλείο-μετ' αἰτίας τὴν τάξιν τῶν κατηγοριῶν ἀποδοὺς, φυλάττει τὴσι. πλὴν ὅτι καὶ αὐτός ἐστιν ὅπου τὴν τάξιν ἐναλλάττει. ἐν μὲν γὰρ τῶ περὶ τῆς τά-ξεως λόγω, ἐπειδὴ πᾶν τὸ κινούμενον φησὶν ἐν τόπω τινὶ κινεῖται, τὸ δέγε ποιὲν καὶτὸ πάσχεν κινάσιές τινες κατ' ἐνέργειαν, φανερὸν ὅτι τόπον ἐπῆμεν δεῖ πρῶτον, ἐνὥπέρ ἐστι τὸ ποιέον, τὸ πάσχον. τὰς δὲ διαφορὰς αὐτῶν καὶ τὰ ἰδια ἀποδιδοὺς,ποιεῖν καὶ τὸ πάσχειν προτάττει τοῦ ποῦ ἑκατέρωθι. καὶ ἴσως αἰτιον τῆς τὸ σαύτης τὴνγενῶν περὶ τὴν τάξιν ἀδιαφορίας γέγονεν πολλαχοῦ τῶν γενῶν ἀντιπλεονέκτησις.κρατεῖ δὲ ὅμως συνήθεια παρὰ τοῖς τοῦ ἀριστοτέλους ἐξηγηταῖς, ὥστε προτάττειντούπου τοὸ ποτε. ἐπειδὴ καὶ αὐτὸς ἐνταῦθα τοῦ κεῖσθαι μνημονεύσας, ἐπήγαγε. περὶδὲ τῶν λοιπῶν τοῦ, τε ποτε καὶ τοῦ ποῦ, ὡς ταύτην αὐταῖς τὴν τάξιν ἀποδιδοὺς, δοκεῖ μέντοι τισι καὶ συνηγορεῖν τῆ τάξει ταύτη. καὶ λέγουσιν ὅτι πᾶν μὲν τὸ κινούμε-νον, ἐν τόπω καὶ χρόνω κινεῖται. πρότερον δέ ἐστι τὸ ποτε τοῦ ποῦ. ὅτι τῶν γεννη-τῶν οὐδὲν ἄνευ χρόνου, οὔτε εἶναι, οὔτε γεγονέναι, οὔτε ἔσεσθαι δύναται. πολλὰ δὲἄτερτόπου, ὥσπεραὐτὸς τόπος. καὶ αἱ πράξεις δὲ, οὐκ ἐν τόπω, ἀλλ' ἐν χρόνωκᾶν πράττων ἐν τόπω. Πρὸς δὴ ταῦτα ὁἰάμβλιχος, καίτοι φυλάττων τὴν συνή-θειαν, καὶ περὶ προτερούτου ποτε διαλεγόμενος ἀντιλέγων, οὐδεῖ φησι πρὸς κίνη-σιν ἀναφέρειν τὴν αἰτίαν τῆς τάξεως τῶν γενῶν. ἀλλ' εἴπερ τὰ γένη περὶ τὴν οὐσίανὑφίσταται, ὡς ἐκείνης μὲν, καθ' ἑαυτὴν ἐχούσης τὸ εἶναι. τούτων δὲ, περὶ αὐτὴν ὑφι-σταμένων, καὶ πρὸς αὐτὴν εἰς μίαν σύνταξιν συντελούντων, ἐκ τῆς περὶ τὴν οὐσίαν τάξεως τὴν τάξιν συλλογισώμεθα τῶν γενῶν. εἰ τοίνυν μὲν τόπος, τῆ οὐσίατῶν σωμάτων συνυπάρχει, δὲ χρόνος τῆ κινήσει συνυφίσταται, πρότερον δέ ἐστι τὸεἶναι τῶν γινομένων το κινεῖσθαι, πρότερον ἔσται γένος, τὸ τῆ ὑποστάσει τῶν γινομένων συνυφιστάμενον. ὕστερον δὲ, τὸ τῆ κινήσει συνακολουθοῦν. μήποτε δὲ καὶ χρό-ρ α