ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣΚΑΤΗΓΟΡΙΑΣ, ΑΠΟ ΦΩΝΗΣ ΣΙΜ-ΠΛΙΚΙΟΥ ΔΥΔΑΣΚΑΛΟΥ ΜΕΓΑΛΟΥ.Ολλοὶ πολλὰς κατεβάλοντο φροντίδας εἰς τὸ τῶν κατηγοριῶν τοῦ ἀριστοτέλους βιβλίον. οὐ μόνον ὅτι προοίμιόν ἐστιτῆς ὅλης φιλοσοφίας, εἴπερ αὐτὸ μὲν τῆς λογικῆς ἐστιν ἀρ-χὴ πραγματείας. ἡ δὲ λογικὴ τῆς ὅλης παραλαμβάνεται δι-καίως φιλοσοφίας, ἀλλὰ καὶ ὅτι τρόπον τινὰ περὶ ἀρχῶν ἐστιτῶν πρώτων, ὡς ἐν τοῖς περὶ τοῦ σκοποῦ μαθησόμεθα λόγοις.ἄλλοι δὲ κατ' ἄλλην ὁρμὴν τὰς περὶ τοῦτο τὸ βιβλίον πραγμα-τείας πεποίηνται, οἱ μὲν, αὐτὴν μόνην τὴν λέξιν ἐπὶ τὸ σα-σαφέστερον μεταθεῖναι προθυμηθέντες. ὥσπερ θεμίστιόςτε ὁ εὐφραδὴς, καὶ εἴ τιςἄλλος τοιοῦτος. οἱ δὲ, καὶ τὰς ἐννοίας μέν, αὐτὰς δὲ μόνας ψιλὰς τὰς ὑπὸ τοῦ ἀριστοτέ-λους προτεινομένας, συντόμως ἀποκαλύπτειν ἐσπούδασαν. ὥσπερ ἐν τῶ κατὰ πεῦσινκαὶ ἀπόκρισιν βιβλίω πεποίηκεν ὁ πορφύριος. ἄλλοι δὲ πρὸς τούτοις καὶ ζητημά-των ἐφήψαντο μετρίως, ὡς ὁ ἀφροδισιεὺς ἀλέξανδρος, καὶ ἑρμῖνος, καὶ ὅσοι τοιοῦτοι.ὧν καὶ μάξιμον ἐγὼ τίθημι, τὸν αἰδεσίου μὲν τοῦ ἰαμβλιχείου μαθητήν. ἐν δὲ τῶ εἰςτὰς Κατηγορίας ὑπομνήματι, πάντα σχεδὸν τῶ ἀλεξάνδρω συνάσαντα. τινὲςμέντοι καὶ βαθυτέραις περὶ αὐτὸ διανοίαις ἐχρήσαντο, ὥσπερ ὁ θαυμάσιος βόηθος.ἄλλοις δὲ ἤρεσεν ἀπορίας μόνας γράψαι πρὸς τὰ λεγόμενα. ὅπερ λούκιόςτε πε-πεποίηκε, καὶ μετ' αὐτὸν νικόστρατος, τὰ τοῦ λουκίου ὑποβαλλόμενος, σχεδόντι πρὸςπάντα τὰ εἰρημένα κατὰ τὸ βιβλίον, ἐνστάσεις κομίζειν φιλοτιμούμενοι. καὶ οὐδὲεὐλαβῶς, ἀλλὰ καταφορικῶς μᾶλλον, καὶ ἀπηρυθριακότως. πλὴν καὶ τούτοις χάρις.καὶ ὅτι πραγματειώδεις τὰς πολλὰς τῶν ἀποριῶν προεβάλοντο, καὶ ὅτι λύσεώςτε τῶν ἀποριῶν ἀφορμὰς, καὶ ἄλλων πολλῶντε καὶ καλῶν θεωρημάτων τοῖς μετ'αὐτοὺς ἐνδεδώκασι. πλωτῖνος δὲ ὁ μέγας ἐπὶ τούτοις, τὰς πραγματειωδεστάταςἐξετάσεις, ἐν τρισὶν ὅλοις βιβλίοις τοῖς περὶ τῶν γενῶν τοῦ ὄντος ἐπιγεγραμμένοις,τῶ τῶν κατηγοριῶν βιβλίω προσήγαγε. μετὰ δὲ τούτους, ὁ πάντων ἡμῖν τῶν καλῶναἴτιος πορφύριος, ἐξήγησίν τε ἐντελῆ τοῦ βιβλίου, καὶ τῶν ἐνστάσεων πασῶν λύ-σεις οὐκ ἀπόνως ἐν ἑπτὰ βιβλίοις ἐποιήσατο, τοῖς γεδαλείω προσφωνηθεῖσι. πολλὰκαὶ τῶν στωικῶν ἐκεῖ δογμάτων κατὰ τὴν κοινωνίαν τοῦ λόγου προσιστορῶν. μετὰΑ β
Einzelbild herunterladen
verfügbare Breiten