γένη ἐστιν ἐναντία. καὶ γὰρ ὑπὸ τὸ ποιόν ἐστι. τὸ δὲ ποιὸν, οὐκ ἔστιν ἐναντίον ἄλλω γέ-νει. βεβίασται δὲ καὶ αὐτὴ ἡ λύσις. οὐδὲν γὰρ διοίσει ἡ τρίτη διαφορὰ τῆς πρώτης,εἴπερ ἐναντία ὄντα τὸ ἀγαθὸν καὶ τὸ κακὸν, ὑφ' ἐν ἐστι γένος. θεόφραστος δὲ ἐν τοῖςἑαυτοῦ τοπικοῖς, τάδε γέγραφεν, ἀπορώτερον ἔτι ποιοῦντα τὴν λόγον. ἐπεὶ δὲ ἐναν-τίαι τῶν ἐναντίων αἱ ἀρχαὶ, δῆλον ὅτι οὐδὲ ἐνενὶ γένει ταῦτα. καθάπερ οὐ δὲ τὸ ἀγα-θὸν καὶ τὸ κακὸν. καὶ κίνησις καὶ στάσις. εἴη δ' ἂν καὶ ὑπεροχὴ καὶ ἔλλειψις ἐναντία.ογε. καὶ ἀρχαὶ καὶ εἶδος καὶ στέρησις. πρὸς δὴ ταῦτα φησὶν ἰάμβλιχος, ὡς εἰ τῶν ὄν-των δέκα γένη καὶ πάντα τὰ ἐναντία ὑπὸ ταῦτα, ἤτοι πάντα ὑφ' ἓν γένος τα χθή-σεται, ἢ ἄλλο ὑπ' ἄλλο, ἢ πολλαχως ἔσται ἐναντία, ἑκάστου ὑπὸ πλειονα γένηταττομέ-νου. ἢ οὐχ ἁπλῶς φησὶν οὐδὲ ἐνἑνὶ γένει εἶναι τὰ ἐναντία, ὡς γένη τὰς κατηγορίαςλέγων. ἄλλ' ὅτι οὐκ ἔστι γένη αὐτῶν, ἀλλὰ ὡς ἐναντία. ἀρχαὶ γὰρ τῶν ἐναντίων αὗται.καὶ ὑπὸ ταῦτα τὰ ἄλλα τέτακται. ἐπεὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, οἷεταικαὶ αὐτὸς ὑφ' ἓν γένος τὸ ποσὸν τεταγμένα, ὡς ὑπὸ μίαν κατηγορίαν. ὡς δὲ ἐναν-τία καὶ ἐναντίων οὐ βούλεται ὑπὸ ἄλλα ἐναντία τετάχθαι. ἢ καὶ τὰ πρῶτα ἐναν-τία, ἅ κυρίως γένη. καὶ τοῦτο ἐστι τὸ, οὐδὲ ἐν ἑνὶ γένει ταῦτα. καὶ γὰρ τὰ παραδείγματαοἷς ἐπ' αὐτῶν χρῶνται τοιαῦτα ὡς ἔχειν ἐν αὐτοῖς τὸ πρῶτον καὶ ὕστερον. μήποτε οὖνφησιν ἰάμβλιχος τῆ πυθαγορικῆ διατάξει περὶ τῆς τοῦ ἀγαθου καὶ κακοῦ δυστυχίαςἀκολουθεῖ νῦν ἀριστοτέλης, τὰς ἐναντίας παρ' ἐκείνας ἀρχὰς γένη καλέσας. ὥστε τὴντρίτην ταύτην τῶν ἐναντίων διαφορᾶν προκεῖσθαι παρὰ δόξαν μᾶλον. ἀλλ' ἐπιστήσοιἄντις ποτε, πῶς ἔτι ἀληθὴς ἐκεῖνος τῶν ἐναντίων ὁ λόγος, ὁ λέγων ἐναντία ἀλλήλωνεἶναι τὰ πλεῖστον ὑπὸ τὸ αὐτὸ γένος διεστηκότα. εἴπερ μὴ μόνον ἐπὶ τὸ αὐτὸ, ἀλλὰ καὶὑπὸ τὰ ἐναντία γένη ἐστιν. ἵνα τὸ τρίτον ὡς κατὰ δόξαν προστεθέν, παραλίπω. ἢ ὁ μὲνλόγος, τὴν εἰς ἓν ὁπωσοῦν ἀναφοραν περίεῖχεν. ἡ δὲ ἐνταῦθα διαφορὰ, κατὰ τὸ προ-σεχὲς εἴληπται. διότι τὰ μὲν προσεχῶς, ὑφ' ἐν γένος τέτακται. ὡς λευκὸν καὶ μέ-λαν, ὑπὸ τὸ χρῶμα. τὰ δὲ προσεχὑπὸ τὰ ἐναντία. ὡς δικαιοσύνη καὶ ἀδικία, ὑπὸἀρετὴν καὶ κακίαν. διὰ τούτων δὲ, ἐπὶ τὸἓν, ἢ τὴν ἕξιν, ἢ τὴν διάθεσιν, ἢ αὐτὴν τὴν ποιό-τητα. ὁ μὲν ἀρχύτας μὴδὲ ταύτην παραλιπὼν τῶν ἐναντίων τὴν διαφορᾶν ἀσφα-λέστερον αὐτὴν ἐκθέσθαι, λέγων οὕτως. ἔτι τῶν ἐναντίων, ἅ μὲν, ἐν γένεσι γενῶν ἐγγίνε-ὅται. ἀγαθὸν γὰρ κακῶ ἐναντίον. καὶ γένος τὸ μὲν ἀγαθὸν, τῶν ἀρετῶν. τὸ δὲ κακὸν, τὴνκακιῶν. ἃ δὲ, ἐν γένεσιν εἰδῶν. ἀρετὰ γὰρ καὶ κακία ἐναντίον. καὶ γένος ἁ μὲν ἀρετὰ,φρονάσιος καὶ σωφροσύνας. ἁ δὲ κακία, τὰς ἀφροσύνας καὶ ἀκολασίας. ἁδὲ, ἐνεἴδεσιν. ἐναν-τία γὰρ ἀνδρεία δειλία. καὶ δικαιοσύνη ἀδικία. καὶ ἐντί εἴδεα. δικαιοσυνα μν καὶ ἀνδρεία,τὰς ἀρετάς. ἀδικία δὲ καὶ ἀκολασία, τὰς κακίας. ἐνδὲ τούτοις ἀρχύτας τῶν ἐναν-τίων, τὰ μὲν, γένη γενῶν εἴπεν οὐ κωλυόμενα, οὐδὲ αὐτὰ ὑφ' ἕντι γένος ἀνάγεσθαι.ὡς τὸ ἀγαθὸν ὑπὸ τὴν ποιότητα. τὰ δὲ, γένη εἰδῶν. τὰ δὲ, εἴδη. καὶ προστίθησιν αὐτὸς,ὅτι τὰ πρῶτα γένη, πάντως καὶ εἴδη ἐστιν. οὐ γάρφησι γένημόνον γένη ἐν τὶ, ἀλλὰ καὶ
Einzelbild herunterladen
verfügbare Breiten