σύνη ἐναντίαν. μέσως δὲ φρόνησιν ἀφροσύνη. κᾶν ἐπί τινος δὲ τῶν ἀτόμων ὡρις μένωςτὰ ἐναντία λέγηται, ἀλλὰ κατὰ ἀναφορᾶν τὴν ἐπὶ τὰ μέσα. τί γὰρ μᾶλον τῆ ἐν τούτω φρονήσειἢ ἀφροσύνη ἐναντίον ἐστι. μὴποτε δέ ἐστι τὶς καὶ ἐν τούτοις ἀντίθεσις, εἴπερ καὶ αἱ ἀρεταὶκαὶ αἱ κακίαι πρὸς τὰς ἐχουσας ψυχὰς ἰδιοτροποῦνται. καὶ ὑγείαι καὶ νοσοι πρὸς τὰἔχοντα σώματα. πῶς δὲ ἂν οὐκ εἴτποι ὁ ἀριστοτέλης, καὶ περὶ ταυτὸν τῶ ἀριθμῶ γί-νεσθαι τὰ ἐναντία, εἴπερ τῆς οὐσίας τὸ ἰδιον τοῦτο ἀφωρίσατο καὶ αὐτὸς, τὸ ταὐτονκαὶ ἓν ἀριθμῶ μένουσαν τῶν ἐναντίων εἶναι δεκτικήν. ἢ οὐ χὶ τὸ ὑποκείμενον τοῖς ἐναν-τίοις βούλεται ὁ ἀριστοτέλης μὴ εἶναι ἓν ἀριθμῶ. ἀλλ' ἴσως ὡς ἐν τοῖς περὶ οὐσίας λό-γοις εἰρημένον, σαφῶς νῦν παραλέλειπται. ἀλλ' εἴπερ ἄνρα τὸ τὰ ἐναντία κᾶν ἐν τοῖςἀτόμοις γένηται, μὴ κατὰ τὸ ἄτομον αὐτὰ τὴν ἐναντίωσιν ἔχειν. μὴ γὰρ ὅτι ἥδε ἡ φρόνησις,καὶ ἥδε ἡ ἀφροσύνη, ἀλλ' ὅτι φρόνησις ἀφροσύνη. οὕτως δὲ καὶ τὸ παρὰ τοῦ ἰαμβλιχου λέ-γομενον εὐθετιστέον. δῆλον δὲ ὅτι περιμ τὸ ταύτον τῶ γένει, καὶ περὶ τὸ ταῦτον τῶ εἴδει,οὐ μόνον ἅμα γίνεται τὰ ἐναντία, ἀλλὰ καὶ ἔστιν ἅμα. διό τι δυνατὸν ἐν ἄλλω καὶ ἄλλω συνε-στάναι. περὶ δὲ τὸ αὐτὸ τῶ ἀριθμω ἀδύνατον εἶναι ἅμα, ἀλλ' ἀνὰ μέρος. Αναγκαῖον δὲπάντα τὰ ἐναντία. ἕως τοῦ, ἀλλ' αὐτὰ τυγχάνει γένηοντα. Τέταρτον θεώρημαπαραδίδωσιν, ὅτι πάντα τὰ ἐναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος ἐστιν, ὥσπερ τὸ λευκὸν καὶ τὸμέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ τὰ ἐναντία γένη, ὥσπερ δικαιοσύνη καὶ ἀδικία. εἴπερτῆς μὲν, ἀρετή. τῆς δὲ, κακία τὸ γένος. ἢ αὐτὰ γένη ἐστιν ὥσπερ τὸ ἀγαθὸν καὶ τὸ κακὸν,ἃ οὐκ ἔστιν ἐν γένει ἄλλω, ἀλλ' αὐτὰ τυγχάνει γένη ὄντα. ταύτης δὲ τῆς διαιρέσεως ὁνικόστρατος λαμβάνεται, ἀνύπαρκτον λέγων τὸ τρίτον ἐν αὐτη τμῆμα. μὴ γὰρ εἶναί-τινα ἐναντία, ἅπερ ἐστι μόνον γένη. οὐχὶ δὲ καὶ εἴδη τινὸς ἢ τινῶν. αὐτίκα γοῦν τὸ ἀγα-θὸν καὶ τὸ κακὸν, ὑπὸ τὴν ποιότητα τάττεται. καὶ ἤτοι τὴν διάθεσιν, ἢ τὴν ἕξιν.ἄλλως δὲ πᾶν ἐναντίον, ἤτοι ὑπό τι τῶν δέκαγενῶνταχθήσεται καὶ ἔσται πάντως ὑπὸγένος. καὶ μάτην εἴρηται τὸ αὐτὰ γένη εἶναι, ἢ ἔξω τῶν δέκα κατηγοριῶν ἐστι. καὶἀτελῆς ἔσται ἡ εἰς δέκα διαίρεσις. ταύτην δὲ τὴν ἀπορίαν καλῶς ὁρμηθεῖσαν, οἱ περὶτὸν πορφύριον λύουσι λέγοντες, τῶν ἐναντίων τὰ μὲν, ὁμώνυμα εἶναι. τὰ δὲ, οὐχὁμώνυμα. καὶ ὅτι τὰ μὲν μὴ ὁμώνυμα διεῖλεν, εἴς τε τὰ ὑφ' ἐν γένος τεταγμέ-να, καὶ εἰς τὰ ὑπὸ τὰ ἐναντία γένη. τὰ δέγε ὁμωνύμως μὴ ὑφ' ἓν γένος ὄντα, κατὰπολλῶν δὲ λεγόμενα, διότι ἔοικε γενή τοῖς ἀφ' ἑνὸς ὁμωνύμοις, αὐτὰ γένή φησὶνεἶναι. τοοῦτον δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ κακὸν. ὁμώνυμον γὰρ τὸ ἀγαθὸν. καὶ γὰρ ἐνοὐσία, ὡς θεὸς. καὶ ἐν ποιότητι, ὡς ἀρετή. καὶ ὡς ποσὸν δὲ, ὡς τὸ σύμμετρον. καὶ ἐνταῖς ἄλλαις κατηγορίαις. ἀλλ' οἱ οὕτως λέγοντες, πρῶτον μὲν τὸ γένος ἀκύρως εἰρη-σθαι ἐπὶ ὁμωνύμου φωνῆς λέγουσιν. ἔπειτα οὐ προσποιοῦνται, τὸ ποιότητα εἶναιτὸ ἀγαθὸν καὶ τὸ κακόν. ἄλλοι δὲ ἰδιοτρόπως ἐξηγοῦνται τὴν λέξιν. λέγοντες, μηδὲνἄλλο δηλοῦσθαι ἐν τῶ, ἀγαθὸν δὲ καὶ κακὸν οὐκ ἔστιν ἐν γένει, ἀλλ' αὐτὰ τυγχάνει γένητινῶν ὄντα. ἢ ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακὸν, οὐκ ἔστιν ὑπὸ τὰ ἐναντίαγένη, ἀλλ' αὐτὰ
Einzelbild herunterladen
verfügbare Breiten