εἴδεα. ἀλλ' ἐπεὶ τὴν περὶ τῶν ἐναντίων καὶ περὶ τῶν ἀντικειμένων ὅλων συνεπέσα μεν λόγον,καλῶς ἄν ἔχοι τὸ τηλικοῦτον ζήτημα μὴ παραλιπεῖν. ὁ γὰρ ἀριστοτέλης πανταχοῦ ἐντούτοις, καὶ πρὸ τοῦ ἀριστοτέλους ἀρχύτας, ἐναντίων παραδείματα τὸ ἀγαθὸν καὶ κακὸντίθησι. καὶ ὑγειαν καὶ νόσον. καὶ ἀληθὲς καὶ ψεῦδος. καὶ δικαιοσύνην καὶ ἀδικίαν. καὶ ἀρετὴν καὶκακίαν, ἤτοι σπουδαιότητα καὶ φαυλότητα. ἕξεως δὲ καὶ στερήσεως παραδείγματα, ὄψινκαὶ τυφλότητα. ζητεῖν οὖν οἱμαι ἄξιον τὸ ἀγαθὸν καὶ κακὸν. καὶ δικαιοσύνην καὶ ἀδι-κίαν. καὶ ὑγείαν καὶ νόσον, ὡς ἐναντία δεῖ τίθεσθαι, ἢ ὡς ἕξιν καὶ στέρησιν. εἰ γὰρ τὰ ἐναν-τία ἴσοσθεν ἡ βούλεται εἶναι, καὶ ὁμοίως προηγούμενα καὶ κατὰ φύσιν ἄμφω. ταῦταδὲ τὸ κακὸν φημὶ καὶ ἀδικία καὶ νόσος, καὶ τὰ τοιαῦτα, ἀπο τυχία μᾶλον εἰσι, καὶ παραλ-λάξεις καὶ παράτροπαὶ, ἀπὸ τοῦ κατὰ φύσιν, καὶ παρυποστάσεις. πάντως ἂν εἴη προηγού-μενα ἄμφω ἡ ἴσοσθενη, ἢ κατὰ φύσιν ὁμοίως. εἰ γὰρ ἔστιν ὅλως τὸ παρὰ φύσιν, ἐν τούτοιςἐστι καὶ οὐκ ἄλλω. καὶ ὅτι ἀποτυχία δηλοῖ τὸ πρῶτον μὲν μηδενος εἶναι τέλος αὐτά-ἔπειτα καὶ οἱ ἀναιρούμενοι ἀδικιὰν τοῦ παρὰχρήσει τοῦ ἐν αὐτοῦ ἀγαθοῦ δελεάζον-ται. καὶ κατὰ ἀπὸ τυχίαν αὐτῶ περιπίπτουσι, τὸ αὐταρκες καὶ τὸ ἰκανὸν καὶ τὸ πρῶτονζητοῦντες. τίς δὲ ἐπὶ τῆς νόσου ἀμφιβάλλει, ὅτι οὐ παρὰ φύσιν ἐστι διάθεσις. καὶ οὕτωςαὐτὴν μέχρινῦν οἱ ἰατροὶ πάντες ὁριζόμενοι διατελοῦσιν. εἰ ὡς τὸ κατὰ φύσιν ταῦτα καὶτὸ παρὰ φύσιν ἀντίκειται, οὐκ ἄν εἴη ὡς ἐν αντίων ἀντίθεσις. ἐκεῖνα γὰρ κατὰ φύσιν καὶ εἴδη-ἄμφω, ὡς λευκὸν καὶ μέλαν καὶ θερμὸν καὶ ψυχρόν. ἀλλ' ὡς ἕξεως μᾶλον καὶ στερήσεως. ἡδὲ, ἐν τῶ ἐστερησθαι. καὶ γὰρ τὸ νοσεῖν, στέρησις. καὶ τὸ τεθνάναι.μὲν, ἐν τῶ στερίσκεσθαικαὶ τὸ ὀφθαλμιᾶν. ἡ μὲν, ἐν τῶ στερίσκεσθαι. ἡ δὲ, ἐν τῶ ἐστερῆσθαι. διττῆς οὖν οὔσης, οἱἄνδρες οὗτοι τὴν ἐν τῶ ἐστερῆσθαι μόνην στέρησιν καλοῦσι, διὰ τὸ παντελῶς ἀδύνα-μον. τὰ δὲ ἐν τῶ στερίσκεσθαι, ὡς ἐναντία τίθενται, διὰ τὸ ἐνεῖναί τινα δύναμιν αὐτοῖς.ἔτι ἀπὸ τοῦ παραμεμίχθαι τί τῆς ἕξεως. καίτοι τοῦ ἀρχύτου ταύτην εἰδότος τὴν δια-φορᾶν, ἐν τῶ περὶ τῶν ἀντικειμένων βιβλίω. καὶ οὐ μόνον ταύτην, ἀλλὰ καὶ τρίτην ἄλλην προσ-ἥτιθέντος. λέγει δὲ οὕτως. ἁ δὲ στέρησις, καὶ ἐστερῆσθαι λέγεται τριχῶς. ἢ γὰρ τὸ μὴ ἔχενπλντάπασιν ὡς τὸ τυφλὸν ὅρασιν, καὶ τὸνωδὸν φωνὰν, καὶ τὸ ἀμάθες ἐπιστημαν,ο ἢ ἐν τῶ μὴ οἷν ἔχεν. ὡς τὸ δύσκωφον ἀκοαν. καὶ τὸ πτιλῶασον ὅρασιν. ἢ ἐν τῶ μὴ οἷο ἔχεν.ο ὡς τὸ σκαμωοπουν πόδας, καὶ τὸ κακόφωνὸν φωνάν. εἰ μὴ ἄρα καὶ οὗτος, οὐχ ὡς νόσονἔλαβε τὸ πτιλῶασον, ἀλλὰ ὡς ἐν τῶ ἐστερησθαι καὶ τοῦτο. καὶ γὰρ ὅλη ἡ διαίρεσις, τοῦἐστερῆσθαι ἦν. ἔτι δὲ τὰ ἐναντία προκόψαντα, καὶ τέλος τῆς γενέσεως τῆς εἰς ἑαυτὸνἀποβάλλοντα, εἰ λικρινῶς ἐναντία γίνεται. καὶ ἡ νόσος θάνατος. ὥστε οὐκ ἦν ἐναντίαὀφθαλμία καὶ νόσος. ὅλως δὲ τὰ ἐναντία ἄμφωφύσεως ἔργα. νόσος δὲ, ἀποτυχίακαὶ στέρησις. οὐχ ὡς ἀπουσία μόνον τοῦ πεφυκότος, ἀλλ' ὡς ἀποτυχία. ἡ μὲν γὰρ ἐνφυ-σικῆ ἀκροάσει στέρησις, ἀπουσία μόνον ἦν τοῦ εἴδους, οὐδαμοῦ τὸ παρὰ φύσιν ἐμφαί-νουσα, ἀλλ' ἑτερότητα μᾶλον. ἡ γοῦν τοῦ βοὸς ὕλη ἐστέρηται τέως τοῦ τῶν μελιστῶνεἴδους. καὶ ἡ τοῦ ἄρτου, τοῦ τῆς σαρκὸς. οὐδαμοῦ το παρὰ φύσιν ἐνόντος ἐνταῦθα. ὥσπερἐπὶ τῆς ἀντικειμένης στερήσεως. ὥστε ὅπου τὸ παρὰ φύσιν, ἐκεῖ στέρησιν μᾶλλον, ἀλλ'
Einzelbild herunterladen
verfügbare Breiten