Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἅπερ καὶ ἐναντίως λέγεσθαι δοκεῖ. ἀλλ' οὐκ ἔστιν ἐναντία συμφρον οὖντα πρὸς τὸν ἕνασκοπὸν. καὶ τὸ ἓντελος τοῦ ἄμφωποιοῦντα ἐμφρόνως. εἰ δὲ καὶ ἔστιν ὅλως ἐν τούτοιςἐναντίωσις, ὡς οὐκ ἀγαθοῦ πρὸς ἀγαθόν ἐστιν, ἀλλ' ὡς μέσου πρὸς μέσον. ὡς γὰρ περι-πάτησις πρὸς στάσιν, καὶ ὡς ἡδονὴ πρὸς λύπην ἀντίκειται. ζητήσοι δ' ἄντις, διατίκακῶ μὲν κακὸν ἀντίκειται, καὶ μέσον μέσω, ἀγαθὸν δὲ ἀγαθῶ οὐκ ἐναντιοῦται. καὶ ῥη-τέον, ὅτι τὸ μὲν ἀγαθὸν, ἕν ἐστι καὶ ἁπλοῦν. τὸ δὲ κακὸν, ποικίλον. ὥσπερ οὖν παντα-χοῦ τὸ μὲν τυχεῖν καθ' ἐν γίνεται, κατὰ τὴν εἰς τὸν σκοπὸν βολήν. τὸ δὲ ἀποτυ-χεῖν, κατὰ πολλὰ. κατὰ γὰρ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας, οὕτως τὸ μὲν ἀγαθὸν ἐν ὂν, οὐκἐναντιοῦται πρὸς ἑαυτο. τὸ δὲ κακὸν ποικίλον ὂν, ἐναντιοῦται. τὸ δὲ μέσον, οὐδὲαὐτὸ ὡς μέσον ἐναντιοῦται, ἀλλὰ καθ' ἣν ἔχον φύσιν, μέσον ἐστιν. ὡς γὰρ λευκὸν μέ-λανι. καὶ γλυκύπικρῶ. τὸ μέντοι κακὸν, οὐ κατ' ἄλλο, ἀλλὰ κατὰ τὴν ὑπερβολὴν καὶ τὴνἔλλει ψιν, καθ' ἣν καὶ ἀσυμμετρα καὶ κακά ἐστιν. ὥσπερ δὲ δύο ἀληθῆ οὐκ ἀντίκειται, ψευ-δῆ δὲ δύο ἀντίκειται, ὡς ἐπὶ τῆς ἐνδεχομένης ὕλης τὸ ᾶς, καὶ οὐδεῖς, οὕτως ἀγαθὸνμὲν ἀγαθῶ οὐ μάχεται. κακὸν δὲ κακῶ μάχεται. διόπερ οἰκονομία μὲν καὶ ἐλευθε-ρία οὐ μάχονται. καίτοι ἡ μὲν, σώζειν βούλεται τὰ χρήματα. ἡ δὲ, προιεσθαι. ἀλλ'ἄμφω τοῦ καιροῦ στοχαζόμεναι, συνάπτονται κατὰ τὸ ἀγαθὸν. θρασύτης δὲ καὶ δειλία,μάχονται. καὶ ταύτην δὲ τῶν ἐναντίων τὴν διαφορᾶν ὁ ἀριστοτέλης τῶ ἀρχύτα παρα-κολουθῶν, προτέθεικε. γράφει γὰρ οὕτως ἐκεῖνος ἐν τῶ περὶ τῶν ἀντικειμένων βιβλίω, τάδε.ἔτι τῶν ἐναντίων διαφοραι τρεῖς. τὰ μὲν γὰρ, ὡς ἀγαθὸν κακῶ ἀντίκειται. οἷον ὑγίεια,νόσω. τὰ δὲ, ὡς κακὸν, κακῶ. οἷἱ ἀνελευθερία, ἀσωτία. τὰ δὲ, ὡς οὐδέτερον οὐδε τέρω.οἱ λευκὸν, μέλανι. βαρύ, κούφω. τὸ παρὰ τοῖς νεωτέροις ἀδιάφορον καλέσας αὐτὸςοὐδέτερον, ὡς ἀριστοτέλης τῆ τῶν ἄκρων ἀποφάσει, οὔτε ἄγαθὸν, οὔτε κακὸν αὐτὰκαλεῖ. ἐπ' ὀλίγων δέ φησι τὴν τοῦ κακοῦ πρὸς τὸ κακὸν ἐναντίωσιν ἔστιν ὁρᾶν. ἐπ' ἐκεί-νων γὰρ μόνων, ἐφ' ὧν τὸ μὲν ἀγαθὸν, ἐν μεσότητι θεωρεῖται. τὸ δὲ κακὸν, ἐν ὑπερβο-λῆ καὶ ἐλλείψει. καὶ ἐπὶ τούτων δὲ αὐτῶν ἄμφω, ὡς ἐν κακὸν πρὸς τὸ ἀγαθὸν ἀντίκει-ται. ζητεῖν δὲ ἄξιον οἶμαι, εἰ μὴ πᾶν ἀγαθὸν ἔχον ἀντικείμενον κακὸν, ἐν συμμετρία θεω-ρεῖται. καὶ παν κακὸν, ἐν ἀσυμμετρία. εἰ γὰρ τοῦτο, οὐκ ἐπ' ὀλίγων ἐστι. καὶ ἡ κακοῦ πρὸςκακὸν ἀντίθεσις. ἡ γὰρ ἀσυμμετρία, κατὰ ὑπερβολὴν γίνεται καὶ ἔλλειψιν, ἅπερ ἀντί-ἥκειται ἀλλήλοις ὡς κακα. ἢ πολλὰ. καὶ τὰ μὴ οὕτως. Ετι δὲ τῶν ἐναντίων, οὐκ ἀναγ-καίον ἂν θάτερον ἢ, καὶ τὸ λοιπὸν εἶναι. ἕως τοῦ, οὐκ ἂν εἴη τὸ νοσεῖν σωκράτει. Δεύ-τερον θεώρημα εἶναι περὶ τῶν ἐναντίων παραδίδωσιν. ὧ πρότερον ἐχρησάμεθα τὴνδιαφορὰν τῶν ἐναντίων πρὸς τὰ πρός τι δηλοῦντες. διότι ἐπὶ μὲν τῶν ἄνευ συμ-πλοκῆς ἐναντίων, οὐκ ἀναγκαῖον ἂν θάτερονἢ, καὶ τὸ λοιπὸν εἶναι. οὐ γὰρ εἰ ὑγίειαἐστιν, ἀνάγκη καὶ νόσον εἶναι. τὰ δὲ πρός τι, ἅμα συνυπάρχει. ἐπὶ δὲ τῶν συνει λημ-μένων ἐναντίων, ταῦτα δέ ἐστι τὰ ἄτομα, ὡς ὅταν λέγω, σωκράτην ὑγιαίνειν. σω-κράτην νοσεῖν. ἐπὶ τούτων, οὐκ ἐνδεχομένως, ἀλλ' ἀναγκαίως θάτερον μόνον ὑπάρ-Υ δ