Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

μὲν οὐχ οὕτως εἴπεν, ὅτι οὐκ ἀναγκαῖον ὡς ποτὲ τῶν ἐναντίων διαιρούντων τὸ ἀληθὲς καὶψεῦδος καθ' ἑαυτὰ, ἀλλ' ὅπερ ἐφεξῆς ἐπέστησε. δόξει εν ἂν τὸ τοιοῦτον συμβαίνειν, τὸδιαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ τῶν κατὰ συμπλοκὴν λεγομένων ἐναντίων. τοιαῦταδέ ἐστιν ἐν οἷς τοῦ αὐτοῦ τάναντία κατηγορεῖται. οἷον τὸ νοσεῖν σωκράτην, καὶ τὸ ὑγι-αίνειν σωκράτην. ἄμεσα γὰρ ἐναντία τὸ ὑγιαίνειν, καὶ τὸ νοσεῖν. ταῦτα δὲ καθ' αὐ τὰμὲν πράγματα σημαίνει. καὶ φάσεις εἰσὶ μόνον. εἰ δὲ συμπλακείη, λόγος γίνεται. ὁ μὲν,ἀληθὴς. ὁ δὲ, ψευδὴς. δυνατὸν δὲ ταῦτὰ πρῶτον μὲν, μὴδὲ ἐναντία λέγειν, ἀλλὰ κατη γορεῖσθαι τοῦ αὐτοῦ τὰ ἐναντία. τὸ γὰρ αὐτὸ, τῶν ἐναντίων ἐστὶ δεκτικὸν. εἰ οὖν τοῦσωκράτους νοσεῖν, καὶ τοῦ σωκράτους ὑγιαίνειν μηδέν ἐστι δεκτικὸν, οὐκ ἂν εἴη ταῦταἐναντία. κᾶν συγχωρήση δέ τις ταῦτα ἐναντία εἶναι, οὐδὲ οὕτως ἀναγκαῖον ἐστὶ. τὸ μὲναὐτῶν, ἀληθὲς εἶναι. τὸ δὲ, ψεῦδος. ὄντος μὲν γὰρ τοῦσωκράτους, ἔσται τὸ μὲν, ἀλη-θές. τὸ δὲ, ψεῦδος. μὴ ὄντος δὲ, ἀμφότερα ψευδῆ. ὁ γὰρ μὴ ὧν, οὔτε νοσεῖν, οὔτεὑγιαίνειν ὀρθῶς ἂν λέγοιτο. ἡμέντοι ἀντίφασις, ἀεὶ μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, καὶὄντος καὶ μὴὄντος σωκράτους. κατὰ γὰρ τοῦ μὴ ὄντος ἡ ἀπόφασις ἀληθης, ἡ σωκρατηςοὐχ ὑγιαίνει. καὶ ἡ σωκράτης οὐχὶ νοσεί. οὐ γάρ ἐστι ταὐτὸν τὸ μὴ νοσεῖν τῶ ὑγιαίνειν,ὥσπερ οὐδὲ τὸ μὴ ὁρᾶν, τῶ τυφλὸν εἶναι. ἐπὶ γοῦν τοῦ τοίχου, τὸ μὲν οὐχ ὑγιαίνει, οὐδὲὁρᾶ, ἀληθὲς εἰπεῖν. τὸ δένοσεῖ καὶ τυφλός ἐστι, ψεῦδος. ταῦτα δέ ῥητέον, καὶ ὑτῶν κατὰ συμπλοκὴν τὴν στέρησιν καὶ τὴν ἕξιν ἔχόντων. καὶ γὰρ καὶ ἐπὶ τούτων, δοκεῖ μὲνδιαιρεῖσθαι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. οὐ μηνοντος γεμερίζεται. ἀλλὰ μὴ ὄντοςμὲν ψευδῆ ἄμφω. τό, τε ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι. ὄντος δὲ, οὐκ ἀναγκαῖον θάτε-ρον, ὅταν μὴ πεφυκὸς ἢ ἐπιδέχεσθαι, ὡς ἐπὶ τοῦ τοίχου. ἡ μηδέπω πεφυκός, ὡς ἐπὶτοῦ σκυλακίου. ἐπὶ μέντοι τῆς ἀντιφάσεως, καὶ ὄντος καὶ μὴ ὄντος καὶ πεφυκότος, καὶμὴ ἀεὶθάτερον ἢ ἀληθὲς ἢ ψεῦδος ἐστὶν, ὡς εἴρηται πρότερον. ταῦτα μὲν οὖν ἀκρι-βῶς δέδεικται. πῶς δὲ περὶ σωκράτους λέγων ὅτε μὴπωφησιπέφυκεν ἔχειν ὄψιν,ἀμφότερα ψευδῆ ἐστι καὶ τὸ ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι. ἅμαγὰρ τῶ γένεσθαι τὴν σωκράτηνπέφυκεν ὁρᾶν. καὶ εὐθὺς ἐπ' αὐτοῦ, τὸ μὲν, ἀληθές ἐστι. τὸ δὲ, ψεῦδος. λέγουσι δὲ πρὸςτοῦτο, ὡς τοῦ σωκράτους, καὶ ἐπὶ τῶν ἐναντίων, καὶ ἐπὶ τῶν κατάφασιν καὶ ἁπόφασινεἰς παράδειγμα παραληφθέντος. μεταβὰς ἐπὶ στέρησιν καὶ ἕξιν, τῶ αὐτῶ πάλιν ἀντὶτοῦ κινδύνου ἐχρήσατο, εἰς ἐκεῖνο ἀναφέρων τὴν ἐπὶ τῶν ἅμα τῆ γενήσει, μηδε τέρανἔχοντων διάταξιν. ἅμα μὲν ἐπὶ τοῦ αὐτὴν πάντα ἐπιδεικνύναι βουλόμενος, ὡς ἐπιστημονικώτερος τοῦτου ὅταν ἡ δυνατον. ἅμα δὲ ὥσπερ εἴωθε καταφρονεῖ τῶν παραδει-γμάτων, ὅταν τὸ πρᾶγμα ἄληθες ὑπάρχή. μήποτε δέφασιν οὐ δὲ ὁ ἄνθρωποςἐξ ἀρχῆς ἔχει τὴν ὄψιν, ὡς ἔχει τὴν ἁφήν. οὐδὲ χρώμενος εὐθὺς αὐτῆ φαίνεται, ἕως οὗδιανοίξη τὰ βλέφαρα ἡμαῖα καὶ ἀπομάξη. κατὰ δὲ τὴν ἅφην, εὐθὺς ἅμα τῶ πεσεῖν τοῦ ἔξωἀέρος πληροῦντος, αἰσθόμενον τὸ βρέφος κλαίει. εἰδὲ καὶ τοῦτο, ἐπὶ τούτου ἁρμόσει λέγειν, ὅτιἅμα τῶ γίνεσθαι αὐτὸν, ἀμφότερα ἐπ' αὐτοῦ ψευδῆ ἐστι. φανερον οὖν ὅτιμόνα τὸ ἀληθὲς ἢ τὸ ψεῦδος διαιρεῖ, ὅσα ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται.