ἀλλοτρίων τρόπων παραφέροντα, δοκεῖν ἐλέγχειν τὸν λόγον. ἀλλὰ τὸν μὲν πλήρη περὶ τῶνστερήσεων λόγον, ἔστιν ἔκτε τοῦ ἀριστοτελικοῦ καὶ τοῦ χρυσιππείου βιβλίου λαμβάνειν.τινα δὲ καὶ ὁἱ ἄμβλιχος παρέγραψεν, ἔχον ταούτως. πολλαχῶς τοῦ ἔχειν λεγομένοὡς ἤδη παρεδείξαμεν, ἡστέρησις διατείνει μὲν ἐπὶ πάντα τὰ σημαινόμενα τοῦ ἔχειν,οὐκέτι μέντοι καὶ οὐκ ἐπὶ πάντα τὰ ἐναντία. ἀπωλεία γὰρ ἴσον, ἡ στέρησις. ὥστε οὐκἂν τοῦ κακοῦ γένοιτοστέρησις, ὅτι μὴ δὲ ἀπώλεια κακοῦ γένοιτοἂν, ἡ βλαβεροῦ, ἀλλ'ἀγαθοῦ ἢ χρησίμου. οὐ γὰρ ὁ νοσου ἡ πενίας ἀπαλλαγεὶς, ῥηθείη ἂν ἀπεστερῆσθαι νό-σου ἠπενίας, ἀλλὰ μᾶλλον ὡς ὑγείας ἢπλούτου ἀφαιρεθεὶς. ἀγαθοῦ μὲν στέρησις, ἡτυφλότης. ἀγαθὸν γὰρ ἡ ὄψις. ἀδιαφόρου δὲ, ἡ γυμνότης. ἀδιάφορον γὰρ τὸ ἰμάτιον.καὶ οὔτε ἀγαθὸν, οὔτε κακὸν. διὸ στέρησις οὐδεμία ἀγαθόν. ἀλλ' ἡ τοικακὸν, ἢ ἀδιά-φορον. καὶ ἀγαθῶν δὲ στέρησις γένοιτο ἂν, ἤτοι τῶν πάντων, ἢ τῶν πλείστων. ἡκιστα δὲφησὶν ἀριστοτέλης τῶν ἐν τῆ ψυχῆ ἀγαθῶν, καὶ προαιρέσεως ἐχομένων γενεσθαι στέρησιν. οὐδεῖς γὰρ λέγει δικαιοσύνης ἐστερῆσθαι. καὶ ὁ εἰπὼν ὅτι ἐπιστάμαν οὐδεῖς φέρει,ἀπὸ τῆς αὐτῆς ἐννοίας εἴρηκε. μᾶλλον οὖν πλούτου. δόξης. τιμῆς. τῶν τοιούτων. καὶμάλιστα τῶν περὶ τὰς κτήσεις καλουμένων ἀγαθῶν εἰσὶν αἱ στερήσεις. διὸ καὶ ἔλεοἱ καὶ οἶκτοι ἐπακολουθοῦσι ταῖς πλείσταις στερήσεσιν. ὁ μέντοι ἀριστοτέλης τῶν φυσικῶν στερήσεων νῦν τὴν ἀντίθεσιν πρὸς τὴν τῶν ἐναντίων παραβέβληκεν. ἀλλὰ ταῦταμὲν ἀρκούντως. ἑξῆς δὲ μεταβαίνει ἐπὶ τὴν τῆς καταφάσεως ἀντίθεσιν, τὴν διαφοἡρὰν αὐτῆς τὴν πρὸς τὰς ἄλλας ἀντιθέσεις παραδιδους. λέγει δὲ οὕτως. Οσα δὲ ὡς κα-τάφασις καὶ ἀπόφασις ἀντίκειται. ἕως τοῦ, ὥστε ἐπὶ μόνων τούτων ἰδιον ἂν εἴη τὸἡ θάτερον αὐτῶν, ἡ ἀληθὲς ἢ ψεῦδος εἶναι. Οτι μὲν γὰρ ταῦτα τῶν ἀντικειμένων ἐστὶκαὶ ἀμάλιστα ἀντικείμενα, πρόδηλον. ἀναιρετικὰ γὰρ μάλιστα ἀλλήλων ἐστὶ, καὶἀσυνύπάρκτα. ἡ μὲν καθόλου ἀποφατικὴ, τῆ μερικῆ καταφατική. ἡ δὲ καθόλου κατα φατικὴ, τῆ μερικῆ ἀπὸ φατικῆ. οἱ γοῦν στωϊκοὶ, μόνα τὰ ἀποφατικὰ τοῖς καταφατικοῖς ἀντικεῖσθαι νομίζουσι. τὴν δὲ διαφοραν αὐτῶν τὴν πρὸς ἄλλους τρόπους τῶνἀντιθέσεων σαφῶς παραδίδωσιν, ἐκ τοῦ ἐπὶ μόνης ταύτης τῆς κατὰ ἀντίφασιν ἀν-τιθέσεως. τὴν μὲν, ἀληθή. τὴν δὲ ψευδὴ εἶναι τῶν προτάσεων. λαμβανέσθωσανδὲ αἱ κυρίως ἀντικείμεναι προτάσεις, ὡς ἐν τῶ περὶ ἑρμηνείας διορίζεται. ἐπὶ δὲ τῶνἄλλων ἀντικειμένων, οὐ διαιρεῖται ταῦτα. οὔτε γὰρ τῶν ἐναντίων τὸ μὲν, ἀλήθεςἐστι. τὸ δὲ, ψεῦδος. οὔτε τῶν πρὸς ἄλληλα λεγομένων. οὔτε τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων. τοῦτο δὲ πιστοῦται μὲν καὶ διὰ παραδειγμάτων. πιστοῦται δὲ καὶ ἀπο-δεικτικῶς οὕτως. τὰ κατὰ τοὺς τρεῖς τρόπους ἀντικείμενα, ἄνευ συμπλοκῆς λέγε-ται. τῶν δὲ ἄνευσυμπλοκῆς λεγομένων, οὔτε ἀλήθει αν οὔτε ψεῦδος σημαίνει. καὶγὰρ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐν προτάσει πάντως ἐστὶ. πᾶσα δὲ πρότασις, λόγος. ὁ δὲλόγος, ἐν συμπλοκή τινῶν. τῶν δὲ ἄλλων, οὐδὲν κατὰ συμπλοκὴν λέγεται, ἀλλὰ ἔστινἁπλᾶ. οἷον λευκὸν, μέλαν. διπλάσιον, ἥμισυ. ὄψις, τυφλότης. εἰπὼν δὲ ὅτι οὔτεἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶθάτερον ἀληθὲς εἶναι, θάτερον δὲ ψεῦδος, πρῶτονΥ α
Einzelbild herunterladen
verfügbare Breiten