τελείαν. τοῦτο μὲν γὰρ οὕτως αὐτὸς κατέσκεύασε. τὸ δὲ ἀνάπαλιν οἱ στωϊκοὶ οὐδιδόα.σιν. οὐκ εἶναι γάρφασιν ἀποβλητὴν τὴν ἀρετὴν. ἤτοι οὖν κοινότερον τὸν σπουδαίονεἴληφεν, οὐ τὸν τὰς τελείας ἀρετὰς ἔχοντα, ἀλλὰ τὸν κατὰ εὐφυίαν ἡ μελέτην καὶπροκοπὴν, ἢ λόγον μόνον σπουδαιον. ἢ ἴσως οὕτως κινεῖσθαι λέγει τὴν ἀρετὴν, ὥσπερεἶπεν ἐν τοῖς ἔμπροσθεν, ὑπὸ μεγάλου πάθους, ἢ νόσου σωματικῆς, λήθης ἐγγι-νομένης. χαλεπῶς δὲ καὶ οὐ ῥαδίως ταῦτα συμπίπτειν. καὶ γὰρ καὶ αὐτὸς ἐν τοῖςφυσικοῖς μονιμωτάτην τὴν ἀρετὴν εἶναι μαρτυρεῖ. τὸ μέντοι ἐκ πάντων συμβαῖ-νον, ἐκεῖνό ἐστιν. εἰ γὰρ ἐπὶ μὲν τῶν ἐναντίων ὑπάρχοντος τοῦ δεκτικοῦ, δυνατὸν εἰς ἄλ-ληλα μεταβολὴν γίνεσθαι, εἰ μήτινι φύσει τὸ ἓν ὑπάρχει. ἐπὶ δέγε τῆς ἕξεως καὶτῆς στερήσεως, ἀδύνατον εἰς ἄλληλα μεταβολὴν γίνεσθαι, φανερὸν ὅτι, ἄλλη μέν ἐστιτῶν ἐναντίων ἀντίθεσις, ἄλλη δὲ ἡ κατὰ ἕξιν καὶ στέρησιν. φανερον δὲ καὶ ἐκεῖνο γεγο-νεν, ὡς οὔτε τοῖς ἀμέσοις ἐναντίοις, οὔτε τοῖς ἀφωρισμένοις τὸ ἐν ἔχουσι κατὰ φύσιν,τὰ αὐτά ἐστι τὰ κατὰ ἕξιν καὶ στέρησιν ἀντικείμενα. τούτων δὲ προειλημμένων, ῥάδιονλοιπὸν καὶ τὰς νικοστράτου ἀπορίας διαλύειν. ὅσφησι, μὴ ἀκριβῶς ταύτην ἀποδε-δόσθαι τὴν διαφοράν. μητε γὰρ τὰ ἐναντία πάντως εἰς ἄλληλα μεταβάλλειν. διό τιἀπὸ σπουδαίου οὐ φαῦλος γίνεται. μήτε πᾶσαν στέρησιν ἀμετάβλητον εἶναι εἰς ἕξιν.καὶ γὰρ ἐκπεφωτισμένου, καὶ ὡπλισμένου, καὶ ἠμφιεσμένου, γένοιτο ἂν ἐσκοτισμέ-νον, καὶ ἄνοπλον, καὶ γυμνὸν. καὶ ἐκ τῶν στερήσεων αὖθις ἡ ἕξις. ἅτοπον οὖν τὰ ἀμ-φοτέροις ὑπάρχοντα διακρίνειν. καὶ τὰ μὲν, προσνέμειν τῶ ἑτέρω. τὰ δὲ, τῶ λοι-πῶ. Πρὸς δὴ ταῦτα ῥάδιον λέγειν, ὡς πρόχειρον εἴληπται τὸ ἀνάπόβλητον εἶναι τὴνἀρετὴν. καὶ γὰρ θεόφραστος περὶ τῆς μεταβολῆς αὐτῆς, ἱκανῶς ἀπέδειξε. καὶ ἀριστο-τέλει δοκεῖ, οὐκ ἀνθρώπειον εἶναι τὸ ἀναπόβλητον. ἔτι δὲ καὶ οἱ στωϊκοὶ, ἐν μελαγχο-λίαις καὶ καιροῖς καὶ ληθάργοις καὶ ἐν φαρμακων λήψεσι, συγχωροῦσιν ἀποβολὴνγίνεσθαι μεθ' ὅλης τῆς λογικῆς ἕξεως, καὶ αὐτῆς τῆς ἀρετῆς. κακίας μὲν, οὐκ ἀντει-σαγομένης. τῆς δὲ βεβαιότητος χαλωμένης, καὶ εἰς ἣν λέγουσιν ἕξιν μέσην οἱ παλαιοὶμεταπιπτούσης. τοῦτο μὲν οὖν, οὕτως. ἀτόπως δὲ ἐκ τῶν κατὰ ἔθος στερήσεων τὰςἐπιχειρήσεις ποιούμενος, καὶ στέρησιν εἰς ἕξιν μεταβάλλειν φησίν. ὁ γὰρ ἀνάριστοςκαὶ ἀοπλος, κατὰ συνήθειαν ὄντες ἐνστερήσει, ῥαδίως μεταβάλλουσιν εἰς τὰς ἕξεις.ὁ μὲν, ἀριστήσας. ὁ δὲ, ὁ πλισάμενος. ὁ δὲ ἀριστοτέλης, οὐκ ἐπὶ τῶν ἐξ ἔθους, ἀλλ' ἐπὶτῶν φύσει τὴν ἕξιν καὶ τὴν στέρησιν παρέλαβεν. ἐφ' ὧν καὶ κυρίως ἡ κατὰ ἕξιν καὶ στέ-ρησιν ἀντίθεσις λέγεται. χρησώμεθα οὖν αὐτοῖς τοῖς ἀριστοτέλους πρὸς τὸν νικόστρα-τον. ἐν γὰρ τῶ περὶ τῶν ἀντικειμένων, αὐτὸς φησὶν. ὡς αἱ μὲν, στερήσεις τῶν κατὰ φύ-σιν λέγονται. αἱ δὲ, τῶν ἐν ἔθει. αἱ δὲ, τῶν κατηγορημάτων. αἱ δὲ, ἄλλων τινῶν. τυ-φλότης μὲν, τῶν φύσει. γυμνότης δὲ, ἐν ἔθει. ἀργυρίου δὲ στέρησις, τῶν ἐν χρήσειπαραγινομένων. εἰσὶ δὲ καὶ ἄλλαι στερήσεις πλείονες. καὶ ἐνίων μὲν στερήσεων, οὐκ ἔστινἀπαλλαγή. ἐνίων δέ ἐστι. πολλῶν δὲ ὄντων τῆς στερήσεως τρόπων, καὶ ἑνὸς τῶν κατὰφύσιν, ἐπὶ τῶν κατὰ φύσιν γεγονυίας τῆς πρὸς τάναντία διαφορᾶς, οὐκ ἐχρῆν ἐκ τῶν
Einzelbild herunterladen
verfügbare Breiten