Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

των, καὶ τῶν καθ' ὑποκειμένου λεγομένων. εἰπὼν, ἐν οἷςπέφυκεγίνεσθαι, ἢ ὧν κατηγο-ρεῖται. παραδείγματα δὲ τῶν μὲν ἐν ὑποκειμένω, ὑγίειαν καὶ νόσον παρέθετο ἐν σωματιγινόμενα. τῶν δὲ καθ' ὑποκειμένου, περιττὸν καὶ ἄρτιον κατὰ τοῦ ἀριθμοῦ λεγο-μενα. ἢ ὡς εἶπον πρότερον, τὸ διχα διαιρεῖσθαι κατὰ τοῦ ἀρτίου ἀριθμου. τὰ γὰρεἴδη, οὐ λέγεται καθ' ὑποκειμένων τῶν γενῶν, ἀλλ' αἱ διαφοραὶ καθ' ὑποκειμέ-νων τῶν εἰδῶν. ἀμφοῖν δὲ τούτοιν τῶν ἐναντίων χωρίζεται, τὰ κατὰστέρησιν καὶ ἕξιν.ὅτι τούτων μὲν ἀνάγκη ἀεὶθάτερον τῶ δεκτικῶ ὑπάρχειν. τὸ γὰρ σῶμα ἡ ὑγιαίνειἢ νοσεῖ. καὶ ὁ ἀριθμὸς ὁ ἐν τοῖς εἴδεσιν, ἢ δίχα διαίρεῖται, ἢ οὔ. τῆς δέστέρήσεως καὶἕξεως, οὐκ ἀνάγκη ἀεὶθάτερον τῶ δεκτικῶ ὑπάρχειν. οὐ γὰρ ἁπλῶς ἀντέκειτο,ἀλλ' ὅτε ἐπεφύκει. τὰ γοῦν κυνίδια, ὅταν μήπω πεφυκότα ἡ ἔχειν ὄψιν, οὐδέ τε-ρον λέγεται. οὔτε ὄψιν ἔχειν, οὔτε τυφλὰ εἶναι. καὶ τὰ παιδια τὰ μὴπωπεφυ-κότα ὀδόντας ἔχειν, οὔτε οδόντας ἔχειν ῥηθείη, οὔτενωδὰ εἶναι. ἀφ' οὗ δ' ἄν ἔχεινπεφυκότα ἢ, ἀπ' ἐκείνου τὰ μὲν, ὁρᾶν λέγεται, ἢ τυφλὰ εἶναι. τὰ δὲ, ὀδόνταςἔχειν, ἢ νωδὰ εἶναι. γέγονεν οὖν ἡ διαφορὰ, παρὰ τὸ ἀειήποτε. τὰ μὲν γὰρ ἅμεσαἐναντία εὐθὺς ἀπὸ πρώτης γε ἔχει τὴν διάστασιν. ἡ δὲ στέρησις καὶ ἡ ἕξις, οὐκ εὐθὺςἀπ' ἀρχῆς, ἀλλ' ἀφ' οὗ χρόνου ἔχειν πέφυκεν. εἰ δέ τινα εὐθὺς ἀπ' ἀρχῆς τὴν ἕξινἔχει ὥσπερ τὰ ζῶαπάντα τὴν ἁφὴν, καὶ εἰ τύχοι ἀπ' ἀρχῆς στερούμενα αὐτῆς,καὶ τὴν στέρησιν ἀπ' ἀρχῆς ἔχει. ἀλλ' οὐκ ἐπὶ πάντων ἀληθες τοῦτο. ἀλλ' εἴπερἄρα ἐπὶ τῶν ἐξ ἀρχῆς πεφυκότων. τὰ δὲ ἄμεσα ἐναντία πάντα οὕτως ἐξ ἀρχῆςπέφυκεν, ὥστε αὕτη ἂν εἴη ἡ διαφορα. ὅτι τὰ μὲν ἄμεσα ἐναντία πάντα οὕτως.τῶν δὲ καταστέρησιν καὶ ἕξιν, τὰ μὲν, οὕτως. τὰ δὲ, οὐχ οὕτως. ἐπὶ δὲ τῶν ἐμμέσωνἐναντίων, οὐχ ὁ αὐτὸς τρόπος γίνεται τῆς ἀντιθέσεως, τούτων τε καὶ τῶν κατὰ ἕξινκαὶ στέρησιν. διότι τῶν μὲν ἐμμέσων ἐναντίων, οὐδέποτε ἀναγκαῖον θάτερον παν-τὶ ὑπάρχειν τῶ δεκτικῶ. οὔτε γὰρ λευκὸν ἡ μέλαν πᾶν ἀναγκαῖον εἶναι τὸ δεκτι-κὸν. εγ χωρεῖ γὰρ καὶ ξανθὸν εἶναι, οὔτε θερμον καὶ ψυχρόν. ἐγχωρεῖ γὰρ καὶ χλια-ρόν εἶναι. ἐπὶ δὲ τῆς ἕξεως καὶ τῆς στερήσεως ποτὲ ἀναγκηθάτερον. ἀφ' οὗ γὰρ ἦνπεφυκὸς ἔχειν, ἀπὸ τοῦδε ἐξ ἀνάγκῆς, ἢ ἐστέρηται, ἢ ἔχει τὴν ἕξιν. ἐπεὶ δέ τι νὰ καὶτῶν ἐμμέσων ἐναντία ἐστιν, ὧν φύσει τὸ ἕτερον ὑπάρχει ὡς τῶ πυρὶ ἡ θερμότης,καὶ τούτων διοίσει τὰ κατὰ ἕξιν καὶ στέρησιν. ἐπὶ μὲν γὰρ τούτων, ἀφωρισμένως τὸἕτερον. οἷον τηχιόνι ἡ λευκότης. καὶ ἐξ ἀνάγκης ἀεί. καὶ πρόδηλον πότερον. ἐπὶδὲ τῶν κατὰ ἕξιν καὶ στέρησιν, οὔτε ἀφωρισμένως, οὔτε ἀεὶθάτερον ὑπάρχει. καὶἀδηλον πότερον. οὔτε γὰρ ἡ ὄψις, οὔτε ἡ τυφλότης ὡρισμένως ἀεὶ παραγίνονται.ἡ διαφορὰ οὖν τῶν κατὰ ἕξιν καὶ στέρησιν πρὸς τὰ ἐναντία κατὰ τὸ ἀεὶ καὶ τὸ πο-τὲ γίνται. καὶ γὰρ τῶν μὲν ἀμέσων ἐναντίων διαφέρει, τῶ, ἐκείνων μὲν ἐξ ἀνάγκης ἀεὶ πάν-τως θάτερον ὑπάρχειν τῶ δεκτικῶ. οἷον, ἢ ὑγιαίνειν ἠνοσεῖν. τούτων δὲ οὐκ ἐξ ἀνάγ-κῆς ἀεὶ πάντων, ἀλλὰ τινῶν ποτε. τὸ γὰρ σκυλάκιον, οὐδέτερον ἔχει. τῶν δὲ ἐμμέσων.ὅτι ἐκείνων μὲν, οὐδέ ποτε ἐξ ἀνάγκης θάτερον ὑπάρχει τῶ δεκτικῶ. τούτων δὲ ποτέ ἐξ-