Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

καὶ στέρησις ἀντικείμενα διαφέρει, τῶν ὡς πρὸς τὰ πρός τι, καὶ ἐφεξῆς. πῶς τὰ ὡςἕξις καὶ στέρησις, τῶν ὡς τὰ ἐναντία ἀντικειμένων. εἶτα μετὰ ταῦτα, πῶς τὰ ὡςκαγτάφασις καὶ ἀπόφασις ἀντικείμενα, διαφέρει τῶν ὡς τάναντία ἀντικειμένων, καὶτῶν ὡς τὰ πρός τι. καὶ ἔτι τῶν ὡσστέρησις καὶ ἕξις. καὶ οὕτως τὰς ἕξ παραδέδωκεδιαφορὰς, ἀπὸ τῶν δευτέρων ἀρξάμενος τρόπων, ἐν ταῖς πάντε διαφοραῖς. καὶ οὐκἀπὸ τῶν πρώτων ὡς ἡμεῖς ἐποιήσαμεν. δείκνυσιν οὖν νῦν, πῶς τὰ ὡς ἕξις καὶ στέ-ρησις ἀντικείμενα διαφέρει, τῶν ὡς τὰ πρός τι ἀντικειμένων, ἀπὸ τοῦ ὁρισμοῦ τῶνπρός τι τὴν ἀπόδειξιν ποιούμενος, ὥσπερ καὶ πρότερον, ὅτε τῶν ἀντικειμένωνἐναντίον ἐχώριζε τὰ πρός τι. λέγει οὖν, ὅτι τὰ μὲν πρός τι αὐτὰ ἅπέρ ἐστι, τῶν ἀντι-κειμένων λέγεται. οὔτε δὲ ἡ ὄψις τυφλότητος ἐστιν ὄψις, καὶ τοῦτο πρόδηλον, ἀλλ'οὐδὲ ἡ τυφλότης ὄψεως τυφλότης. ὁ φθαλμοῦ γὰρ ἑκάτερον, καὶ ἡ ἕξις καὶ ἡστέ-ρησις. ὅτι δὲ οὐ λέγεται ἡ τυφλότης ὄψεως τυφλότης κατὰ τὰ πρός τι, διὰ τοῦδεύτερου μάλιστα ἐπιχειρήματος δείκνυται. εἰ γὰρ ὡς πρός τι λέγοιτὸ πρὸς τὴνὄψιν ἡ τυφλότης, ἐπειδὴ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, ἐλέγετο ἂν καὶἡ ὄψις τυφλότητος ὄψις. νῦν δὲ οὐ λέγεται. διαφέρει δὲ ἂν ὡς ἔφαμεν, καὶ τὸ τὰμὲν πρός τι ἅμα εἶναι τῆ φύσει. τὴν δὲ ἕξιν καὶ στέρησιν, πρὸς τῶ μὴ συνάγειν ἄλ-ληλα, καὶ ἀναιρετικὰ εἶναι ἀλλήλων. εἰπων δὲ, ἡ ἱ ὰρ ὄψις οὐκ ἔστι τυφλότητος ὄψις.προσεθηκεν, οὐ δὲ ἄλλως οὐδαμῶς πρὸς αὐτὸ λέγεται. διότι τὰ ἐναντία αὐτὰ μὲνἅπερ ἦν, οὐκ ἐλέγετο τῶν ἀντικειμένων. ἄλλως δὲ τὸ ἕτερον πρὸς τὸ ἕτερον ἐλέ-γετο. ἐναντίον γὰρ αὐτῶ λέγεται. ἀλλὰ καὶ ἡστέρησις, εἰ μὴ καὶ αὐτὸ ὅπέρ ἐστι τῆς ἕξε-ἑ αὐτῆς λέγεται. ἡ μέντοι ἕξις, κατ' οὐδὲν πρὸς τὴνως λέγεται, ἀλλὰ στέρησίςστέρησιν λέγεται. διὰ μὲν οὖν τούτων, ἔδειξεν οὐκ ὀνόματι μόνον, ἀλλὰ καὶ πρά-γματι διαφέρουσαν τὴν ἕξεως καὶ στερήσεως ἀντίθεσιν πρὸς τὴν τῶν ὡς πρός τι ἀν-τικειμένων. διὰ δὲ τῶν ἑξῆς, τὴν αὐτὴν πρὸς τὴν τῶν ἐναντίων παραβάλλει.Οτι δὲ οὐδ' ὡς ἐναντία ἀντίκειται τὰ καταστέρησιν καὶ ἕξιν λεγόμενα, ἐκ τῶν δεδῆ-λον. τῶν μὲν γὰρ ἐναντίων ὧν οὐδὲν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον ἐνωπέφυκεγίνεσθαιἢ ὧν κατηγορεῖται αὐτῶν θάτερον ὑπάρχειν ἀεί. τούτων γὰρ οὐδὲν ἣν ἀνὰ μέσον ὧνθάτερον ἀναγκαῖον ἡν τῶ δεκτικῶ ὑπάρχειν. οἷον ἐπὶ νόσου καὶ ὑγείας, καὶ περι ττοῦκαὶ ἀρτίου. ὧν δέ ἐστιν ἀνὰ μέσον τινὰ, οὐδέ ποτε ἀνάγκη παντὶ ὑπάρχειν θάτε-ἥρον. οὔτε γὰρ λευκὸν ἢ μέλαν ἀνάγκη πάντως εἶναι τῶ δεκτικῶ, οὔτε θερμὸν οὔτεψυχρόν. τούτων γὰρ ἀνὰμέσον τί οὐδὲνκωλύει ὑπάρχειν. ἔτι δὲ καὶ τούτων τί ἣν ἀνὰἡ μέσον ὧν μὴ ἀναγκαίονην θάτερον ὑπάρχειν. ἕως τοῦ, οὔτε νωδὸς ὧν ὀδόντας ἔφυσε.Δείκνυσιν ἐν τούτοις, ὅτι τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα ἀντικεῖσθαι, διαφέ-ρει τῶν ὡς ἐναντίων ἀντικειμένων τῶν τε ἀμέσων καὶ τῶν ἐμμέσων, ὧν τὴν διαφο-ρᾶν ἀναγκαίως προέλαβεν, ἵνα κατ' ἄμφω τὴν τῶν ἐναντίων πρὸς τὰς ἄλλας ἀντιθέ-σεις διαφορᾶν ἐπιδείξη. καὶ πρῶτον μὲν τῶν ἀμέσων ἐναντίων χωρίζων τὰ κατὰ ἕξιν καὶστέρησιν ἀμφοτέρων, τῶν τοῦ ἀμέσου τρόπων ἐμνημόνευσε. τῶν τε ἐν ὑποκειμένω ὄν-