καὶ ἀποφάσεως. ὡσαύτως τὰ ἔχοντα ἕξιν καὶ τὰ ἔχοντα στέρησιν, ὑπὸ τὴν τῆςἕξεως καὶ τῆς στερήσεως. ὅταν γὰρ συκράτην καθήμενον διανοηθῶ, ζῶον λογικὸνοὕτως ἐνεργοῦν κατ' αὐτὸ τὸ πρᾶγμα ὑπολαμβάνω. ὁ δὲ λόγος ὁ λέγων ὅτι σωκρά-τῆς κάθηται, ἐξ ὀνόματος συγκείμενος, ἕτερός ἐστιν αὐτοῦ τοῦ πράγματος. εἴτε οὖνἐν φωναῖς, εἴτε ἐν τοῖς διανοήμασιν, εἴτε ἐν τοῖς παρυφισταμένοις ἀσωμάτοις λεκτοῖς,αἱ προτάσεις ὑφεστήκασι, διεστήκασιν αὗται τῶν ποιῶν σωμάτων. καὶ τὰ μὲν, ὡς προ-τάσεις λέγεται ἀντικεῖσθαι, ὡς ἀπόφασις καὶ κατάφασις. τὰ δὲ, ὑπὸ τὰς προτάσειςκαὶ αὐτὰ ἀντίκειται κατὰ τὴν αὐτὸν τρόπον. ἀλλ' οὐδεῖς ἂν εἴποι τὴν σωκράτην αὐτὸν ἑαυτῶ ἀν-τικεῖσθαι. ἢ οὐ κατὰ τοῦ ἑτέρου φαμὲν γίνεσθαι τὴν ἀντίθεσιν, ἀλλὰ κατὰ τὴν ἐνέργειαν τὴν τοῦ καθή-σθαι καὶ μὴ καθῆσθαι. καὶ τούτοις δὲ ἡ ἀντίθεσις κατὰ τὴν τῆς ἀντιφάσεως γίνται ἀντίθεσιν, τῶταῦτα τὰ σημαινόμενα ἀναιρετικὰ ἀλλήλων εἶναι, τούτω καὶ ἡ ἀντίφασις ἀντίκειται. καὶἀνάπαλιν. τὸ τοὺς λόγους εἶναι τοιούτους, καὶ τὰ πράγματα ἀλλήλων ἐστιν ἀναιρετικά.καὶ γίνεται ἡ ἀναλογία κατὰ τὸν αὐτὸν τρόπον, ὡς τὸ δηλούμενον πρᾶγμα πρὸς τὸ δηλούμενον,οὕτως ὁ δηλωτικὸς λόγος πρὸς τὸ δηλωτικὸν. καὶ ἀνάπαλιν. καὶ τὰ σημαινόμενα δὲ ὑπὸτῶν φωνῶν ἀντικείμενα λαμβάνομεν. ταῦτα δέ εἰσιν αἱ λογικαὶ διανοήσεις, αἱ περὶσωκράτους καθημένου, ἢ μί. ὁμοίως καὶ ταῦτα τῆ καταφάσει καὶ ἀποφάσει ἀντικεῖ-σθαι λέγεται. καὶ ταῦτα γὰρ ὑπὸ τὴν ἀπόφασιν ἐστὶ καὶ τὴν κατάφασιν. δείξας δὲ μέχριτούτων τίνα ἐστι τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα, ἀκολούθως ἐπάγει τὶ διενήνοχετῆς τῶν πρός τικαὶ τῆς τῶν ἐναντίων ἀντιθέσεως. καὶ πρῶτων γετί τῶν ὡς πρός τιἀντικειμένων δηλῶν, ἐπάγει. Οτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκειται ὡς τὰ πρόςτι, φανερὸν. ἕως τοῦ, οὐ γὰρ λέγεται ἡ ὄψις τυφλότητος ὄψις. Τεσσάρων οὐσῶν τῶνἀντιθέσεων καὶ διαφερουσῶν ἀλλήλων, ἕξ αἱ πᾶσαι γίνοντι διαφοραί. καθόλεο γὰρὅσάποτε ἂν ἡ τὰ διαφέροντα, δεῖ τὸν ἀριθμὸν αὐτῶν, ἐπὶ τὴν παρὰ μονάδα πολλα-πλασιάζειν. καὶ γενομένου ἀριθμοῦ τὸ ἥμισυ συλλαβόντα, τὸσαύτας λέγειν εἶναιτὰς τῶν διαφερόντων διαφορὰς. καὶ ἐν ταῦθα οὐν ἡ τῶν πρός τι ἀντίθεσις διαφέ-ρει τῆςτε τῶν ἐναντίων, καὶ τῆς τῶν ὡς ἕξις καὶ στέρησις ἀντικειμένων, καὶ τῆς ὡς κα-τάφασις καὶ ἀπόφασις. τρεῖς γὰρ ἀφ' ἑκάστου γίνονται σχέσεις. τριῶν ὄντων πρὸς ἃ ἡσχέσις. διὸ καὶ ἐπὶ τῶν παραμονάδα ἐπολλαπλασιάσαμεν τὸν ἐξ ἀρχῆς ἀριθμόν.πάλιν δὲ ἡ τῶν ἐναντίων ἀντίθεσις διαφέρει τῶν λοιπῶν, ὡς ἕξις καὶ στέρησις διαφέρειτῶν λοιπῶν δύο. ἡ γὰρ πρὸς τὰ πρός τι διαφορὰ, ἤδη εἴληπται. γίνονται οὖν πάντεαἱ διαφοραὶ. καὶ λοιπὸν, ὡς ἡ ἕξις καὶ στέρησις διαφέρει τῆς κατὰ ἀπόφασιν καὶ κα-τάφασιν, αἱ γὰρ πρὸς τὰ ἄλλα δύο ἤδη ἐλήφθησαν, ἵναι μὴ δὶς αἱ αὐταὶ διαφοραὶ λαμ-βάνονται, ποτε μὲν ἀπὸ τῶν πρώτων ἀρχομένων ἡμῶν, ποτὲ δὲ ἀπὸ τῶν ὑστέρων,διατοῦτο τῶν ἐν τῆ μεθόδω τὸ ἥμισυ τὸ ἐκτοῦ πολλαπλασιασμοῦ γενομένου ἀριθμοῦλαμβάνειν κελευόμεθα. οὕτως οὖν καὶ κατὰ τὴν τοιαύτην τάξιν ἕξγινομένωντῶν διαφορῶν, ὁ ἀριστοτέλης οὐχ οὕτως ἐπ' αὐτὰς ἐπῆλθεν, ἀλλὰ πρῶτον μὲν ἔδει-ξεν, ὅτι τὰ πρός τι διενήνοχε τῶν ἐναντίων ὡς εἴρηται. νῦν δὲ δείξει, πῶς τὰ ὡς ἕξις
Einzelbild herunterladen
verfügbare Breiten