Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ρησις. καὶ ἀνάγκη ἐκεῖ εἶναι τὴν ἀπουσίαν, ὅπου καὶ ἡ παρουσία ἐστὶ. τὰ δὲ ἐναντία εἴδηὄντα, οὐδὲν κωλύεται πότε καὶ ἐν διαφόροις τῶ ἀριθμῶ ὑποκειμένοις ὄντα, τὸνλόγον σώζειν τῆς ἐναντιώσέως. φανερὸν δηοὖν ἐκ τούτων, ὅτι τὰ οὕτως ἀντικείμενα,καὶ ὁμοιότητα τινὰ ἔχει πρὸς τὰ ἐναντία, καὶ ἀνομοιότητα. τά τε γὰρ ἐναντία περὶτὸ αὐτὸ ὑποκείμενον γίνεσθαι πέφυκεν. οἷον περὶ ὁ ἡ ὑγεία, περὶ τοῦτο καὶ ἡ νόσος. οὐ γὰρπερὶ τὰ ἄψυχα, ἀλλὰ περὶ τὰ ζῶα. ὡσαύτως δὲ καὶ τὰ καταστέρησιν καὶ ἕξιν ἀντι-κείμενα. ὄψις γὰρ περὶ ζῶον. περὶ δὲ ἄψυχον, οὐκέτι. οὐκοῦν καὶ ἡτυφλότης περὶζῶον. οὐδεῖς γὰρ ἂν τὸν κίονα τυφλὸν εἴποι. τοῦτο μὲν οὖν τοῖς ἐναντίοις ὅμοιον ἔχειτὰ κατὰστέρησιν ἀντικείμενα. διαφέρει δὲ αὐτῶν ὡς εἴρηται, τῶ τὰ μὲν ἐναντία, κανἐν τῶ αὐτῶ εἶδεί ἐστιν, ἀλλὰ μὴ καὶ ἐν τῶ αὐτῶ πάντως τοῦ εἴδους μορίω. τὰ δὲ κατὰστέρησιν καὶ ἕξιν, καὶ ἐν μορίω τῶ αὐτῶ βούλεσθαι εἶναι. δείκνυσι δὲ ἐφεξῆς ὁ ἀριστοτέ-λης, ὅτι τὸ ἐστερησθαι ἢ τὸ στέρησιν ἔχειν, οὐκ ἔστι ταὐτὸν τῆ στερήσει. ἀλλ' οὐδὲ τὸ ἕξινἔχειν, ταυτὸν τῆ ἕξει. δείκνυσι δὲ αὐτὸ, ἐκ τοῦ, τὴν ὄψιν ἕξινεἶναι. τὸ δὲ ἔχειν τὴν όψιν,μὴ εἶναι τὴν ὄψιν. ὥστε καὶ τὸ ἔχειν ἕξιν, οὐκ ἔστιν ἕξις. ὁμοίως δὲ τὸ τυφλὸν εἶναι,οὐκ ἔστι τυφλοτης. δείκνυσι δὲ αὐτὸ, καὶ ἐκ τοῦ, εἰταὐτὸν ἦνκαθοῦ τὸ ἕτερον κατκ-γορεῖτο, κατὰ τοῦ αὐτοῦ καὶ τὸ ἕτερον. νῦν δὲ, οὐχ οὕτως. τυ φλὸς μὲν γὰρ ὁ ἄνθρω-πος λέγεται. τυφλότης δὲ, οὐ λέγεται. καὶ ὄψιν μὲν ἔχειν λέγεται. ὄψις δὲ οὐ λέ-γεται. δοκοῦσι δὲ διαφέρειν ἀλλήλων αἱ ἐπιχειρήσεις. τῶ τὴν μὲν πρώτην, ἀπὸ τοῦεἶναι. τὴν δὲ δεύτέραν, ἀπὸ τοῦ κατηγορεῖσθαι δεικνύναι τὸ προκείμενον. δείξας δὲτὴν στέρησιν καὶ τὸ στέρησιν ἔχειν, εἰκότως προσεθηκεν ὅτι κν ἕτερα ἧ. ἀλλ' ὥσπερ ἡ ἕξιςἀντίκειται τῆ στερήσει, οὕτως καὶ τὸ ἔχειν ἕξιν καὶ τὸ ἐστερησθαι. καὶ ἔστιν ὁ αὐτὸς τρό-πος τῆς ἀντιθέσεως, διό τι καὶ ταῦτα ἀντίκειται κατὰ τὴν ἐπ' ἐκεῖνα ἀναφοράν. καὶὁ τρόπος τῆς ἀντιθέσεως, ὁ αὐτός ἐστιν ἐπὶ τῶν κατηγορημάτων, ὥσπερ καὶ ἐπὶ τῆςἕξεως καὶ στερήσεως. ὡς γὰρ ἡ τυφλότης τῆ ὄψει ἀντίκειται, οὕτως καὶ τὸ τύφλόνεἶναι, τῶ ὄψιν ἔχειν ἀντίκειται. ἀλλὰ πρὸς μὲν τὴν τῆς λέξεως σαφήνειαν, ἀρκει το-σαῦτα. τὰ δὲ πραγματικώτερα περὶ τούτων, ὧ δέπως ὁἰάμβλιχος παραδίδωσιν.ἓν δόγμα κοινον τῶν τε ἀρχαίων ἐστι καὶ τῶν νεωτέρων, τὸ μὴ εἶναι ἐναντία τὰ κατὰ στέρη-σιν καὶ ἕξιν λεγόμενα. οὐ μὴν ἔτι εἰς ἰδιον γένος ἀντιθέσεως, τὸ κατὰ στέρησιν καὶ ἕξιν οἱπαλαιοὶ κατέταξαν, ὥσπερ ὁ ἀριστοτέλης. ὅτι δέ ἐστιν ἄλλη, δῆλον γίνεται. διελο-μένοις ποσαχῶς ἕξις καὶ στέρησις λέγεται, καὶ κατὰ ποιὰ μάλιστα σημαινόμεναἡ τῶν καθ' ἕξιν καὶ στέρησιν ἀντίθεσις γίνεται. λέγουσιν οὖν, ὡς καθ' ἕνα μὲν τρό-πον ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἔχοντος καὶ ἐχομένου. ἕξις γὰρ ἰματίου λέγεταιὅταν ὁ μὲν ἔχη. τὸ δὲ, ἔχηται ὑπὸ τοῦ ἔχοντος. καὶ ἕξιν ὅπλων εἴπέπου πλάτων, ἐπὶτοῦ ἔχοντος τα ὅπλα. καθ' ἕτερον δὲ τρόπον ἕξεις λέγομεν, τὰς ἐπικτήτους ποιό-τῆ τὰς ἐμμόνους γέγονίας, τάς τε φυσικὰς τὰς κατὰ τέχνας καὶ τὰς ἐπιστήμας, καθ' ἃςκαὶ ἑκτικοὶ οἱ ἐν αὐταῖς λέγονται. καὶ ἕξεις λέγονται κατὰ τοῦτο, καὶ αἱ τέλειαι