ἐναντίων. ὧν καὶ αὐτὸς προιῶν, ἐφάψεται. τούτων δὲ μάλιστα ἐμνήσθη, τῆς τε ἀμέ-σου καὶ τῆς ἐμμέσου. ὅτι ἐκ τούτων τὸ πρὸς τὰ ἄλλα ἀντικείμενα διαφέρον, τῶν ἐναν-τίων παρίστησι. καὶ γὰρ πρόκειται μὴ πᾶσι τοῖς προσοῦσι καθ' ἕκαστον τῶν ἀντικειμένωνἐπεξελθεῖν. τοῖς δὲ κυριωτάτοις αὐτῶν μόνοις, ἕνεκα τοῦ τὰς πρὸς ἄλληλα διαφορὰς αὐ-τῶν παραδεῖξαι. δείξει δὲ ὅτι τὰ τέσσαρα γένη τῶν ἀντικειμένων, ἀλλήλῶν διενήνοχε.καὶ ὅπως μὲν τὰ ὡς προς τι τῶν ἐναντίων διαφέρει, δὲ δὴλωκεν. ὅπως δὲ ἄμφωταυ-τα τῶν ὡςστέρησιν καὶ ἕξιν, δηλώσει τὰ ἰδιὰ ἑκάστων προσθεὶς. καὶ τότε τὴν διά-φοράντὴν πρὸς τὴν ὡς κατάφασιν καὶ ἀπόφασιν ἀποδείξει. καλὸν δὲ ἂν εἴηλοιπὸνκαὶ τὰ τοῦ ἀρχύτα παραθέσθαι, περὶ τῆς τῶν ἐναντίων διαφορᾶς ἔχοντα οὕτως. Αι-αιρεῖται δὲ καὶ τὰ τῶν ἀντιθέσεων τούτων, εἰς τὰ ποτεχέα εἴδεα ἀλλάλοις. τῶν γὰρ ἐναν-τίων, ἅ μὲν, ἅμεσα ἐντι. ἃ δὲ, ἔχει μέσον. μεταξὺ γὰρ ὑγείας καὶ νόσου, οὐδὲν ἐν τὶμέσον. οὐδὲ ἀρεμίας καὶ κινάσιος. οὐδὲ ἐγρηγορότος καὶ ὑπνόοντος. οὐδὲ εὐθέος καὶκαμπύλου. οὐδὲ τὰν ἄλλαν ἐν αντιωτάταν. πολλοῦ δὲ καὶ ὀλίγω μεταξύ, τὸ μέτριον.καὶ ὀξέος καὶ βαρέος, τὸ ὁμόφωνον. καὶ τάχεος καὶ βραδέος, τὸ ἰσοταχὲς. καὶ μείζονοςἢ καὶ μείονος, τὸ ἴσον. τῶν καθόλου μὲν ἀναγκαιοτάτων, ἀναγκαῖον μίαν ἡ μὲν περὶ τὸς ἐπιδεκτικὸν αὐτᾶν. αὗται δὲ οὐκ ἐπιδέχονται μέσον. μεταξὺ γὰρ ὑγείας καὶ νόσουοὐδὲν ἐν τὶ μέσον. καὶ ἀναγκαῖον πᾶν ζῶον, ἢ νοσέὲν, ἢ ὑγιαίνεν. οὐδὲ ἐγρηγόρσιος καὶὕπνου. καὶ ἀναγκαῖον πᾶν ζῶον ἢ ἐγρηγορέν, ἢ εὐδεν. οὐδὲ ἀρεμίας καὶ κινάσιος. καὶ ἀναγ-καίον πᾶν ζῶον, ἢ ἀρεμεῖν, ἢ κινεεσθαι. ὧν δὲ ἐναντιωτάτων, οὐκ ἀναγκαῖον, οὔτε ἀμ-φοτέραν, οὔτε τὴν ἑτεραν αὐτῶν ἡ μὲν περὶ τὸ ὑποδεκτικὸν αὐτᾶν, αὗται ἐπιδέ-ήχονται μεσότητας. μεταξὺ γὰρ λευκῶ καὶ μέλανος, τὸ φαιόν. καὶ οὐκ ἀναγκαιονἢ πάνζωον ἢ λευκὸν ἢ μέλαν ἡμεν. καὶ μεγάλω καὶ μικρῶ, τὸ ἴσον. καὶ οὐκ ἀναγκαῖονἢ πᾶν ζῶον ἢ μέγα ἢ μικρὸν ἡμεν. καὶ σκληρῶ καὶ μαλακῶ, τὸ εὐαφές. καὶ οὐκ ἀναγ-καίον πᾶν ζῶον, ἢ σκληρὸν ἢ μαλακὸν ἡμεν. ἔτι τῶν ἐναντίων διαφοραὶ τρεῖς. τὸ μὲν,ὡς ἀγαθὸν κακῶ ἀντίκειται. οἷον ὑγεία, νόσω. τὸ δὲ, ὡς κακὸν κακῶ. οἷον ἀνελευθερία,ἀσωτία. τὸ δὲ, ὡς οὐδέτέρον ἑτέρω. οἷον, λευκὸν, μέλανι. βαρυ, κούφω. τὶ τῶν ἐναν-οτίων ἅ μὲν, ἐν γένεσι γενῶν ἐγγίνεται. ἀγαθὸν γὰρ κακῶ ἐναντίον. καὶ γένος τὸ μὲνἀγαθὸν, τῶν ἀρετῶν. τὸ δὲ κακὸν, τῶν κακῶν. ἃδὲ, ἐν γένεσιν εἰδῶν. ἀρετὰ γὰρ κακίαεναντίον, καὶ γένος. ἅ μὲν ἀρετὰ, φρονάσιος καὶ σωφροσύνης. ἅ δὲ, τὰς ἀφοσύνας καὶ ἀκολασίας. ἅὁ δὲ, ἐν εἴδεσιν. ἐναντία γὰρ ἀνδρεία, δειλία. καὶ δικαιοσύνα, ἀδικία ἐναντίον. εἰ δὲ ἁδι-καιοσύναμὲν καὶ ἀδικία τὰς ἀρετὰς, ἀδικία δὲ καὶ ἀκολασία τὰς κακίας. τὰ μὲν οὖν πρῶταἡ γένη ἀ καὶ γένη γενῶν ὀνομάζομεν, ἐπιδέχεται μὲν τομᾶν. τὰ δ' ἔσχατα εἴδεα καὶ ποτὶὁ τὰν αἴσθασιν, οὐκ ἄν γένηγεμόνον ἐν τὶ, ἀλλὰ καὶ εἴδεα. τὸ γὰρ τρίγωνον, τοῦ μὲν ὁρθο-γωνίω καὶ ἰσοπλεύρω καὶ σκαλανέος, γένος. τῶ δὲ ἀγαθῶ, εἶδος. ἐν δὲ τοῦτοις, τὰ μὲνἄλλα, σύμφωνα προστὴν ἀριστοτέλους παράδοσιν. ἡ δὲ τελευταία διαφορὰ, καθ' ἣντὰ μὲν, ἐν γένεσι γενῶν ἐστὶν ἐναντία, τὰ δὲ, ἐν γένεσιν εἰδῶν, τὰ δὲ, ἐν εἴδεσιν, ὑπ' αὐτοῦτΤ δ
Einzelbild herunterladen
verfügbare Breiten