Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

καλεῖ ἐναντία, διελέσθαι φησὶν ὀφείλει. καὶ τὰ μὲν, λέγειν ἁπλῶς ἐναντία. τὰ δὲ,τῶ μετέχειν ἐναντίων, κεκλῆσθαι ἐναντία. ὄντος δὲ δυνατοῦ τὸ αὐτὸ καὶ κατὰ ἀσύνθετονφωνὴν εἰπεῖν, οἷον, φρόνησιν ἀφροσύνην. καὶ δι' ὅρου, οἷον ἐπιστήμην ἀγαθῶν καὶ κακῶνκαὶ οὐδὲ τέρων. καὶ τὴν ἀφροσίνην ἄγνοιαν τῶν αὐτῶν. ζητοῦσι ποτερόν ἐστι τὰ κατὰ τὰἁπλᾶ μόνον, ἢ κατὰ τοὺς ὅρους. καὶ ὀγε χρύσιππος ἐφίστησι, μ ήποτε τὰ προσηγο-ρικὰ καὶ ἁπλᾶ μόνον ἐστὶν ἐναντία. τὰ δὲ, οὐκ ἔστι. πολλὰ γὰρ ἐν τούτοις συμπερι-λαμβάνομεν καὶ μετὰ ἄρθρων καὶ μετὰ συνδέσμων. καὶ ἄλλων δὲ μορίων ἐξη-γητικῶν, ὧν ἕκαστον εἰς τὸν τῶν ἐναντίων λόγον, ἀλλο τρίως ἂν παραλαμβάνοιτο. διὸτὴν μὲν φρόνησιν, τῆ ἀφροσύνηφησὶν εἶναι ἐναντίον. τὸν δὲ ὅρον τῶ ὅρω, οὐκέτι ὁμο-εἶδῶς ἐναντίον εἶναι φησίν. ἐπ' ἐκεῖνα δὲ ποιούμενοι τὴν ἀναφοραν, καὶ τοὺς ὅρουςκατὰ συζυγίαν ἀντιτιθέασι. ταῦτα δὲ παρὰ τῶ ἀριστοτέλει πρώτω διώρισται. ἀσυν-θετον μὲν μὴ ἀξιοῦντι ἐναντίον εἶναι τῶ τοῦ ἐναντίου ὅρω. οἷον τὴν φρόνησιν, μὴεἶναι ἐναντίον τῆ ἀγνοία τῶν ἀγαθῶν καὶ κακῶν καὶ οὐδε τέρων. ἀλλ' εἰ ἄρα κατὰ συ-ζυγίαν, ὅρον ὅρω ἀντιτιθέναι, καὶ ἐναντίους λέγειν τούτους, τῶν ἐναντίων εἶναιπραγμάτων. φιλοτεχνεῖ δὲ περὶ τούτων ἐπιπλέον, ὡς λόγος ὁριστικὸς, λόγω ἐναντίος ἐστιν, ἐὰν τῶ γένει τι ἡ ἐναντίον. ἢ ταῖς διαφοραῖς, ἢ ἀμφοτέροις. οἷον ἐστὶ τοῦ κα-λοῦ ὁρισμὸς, εἰ οὕτω τύχοι συμμετρία μερῶν πρὸς ἄλληλα τούτω ἐναντίον, ἀσυμμετρίατς τί ταῖς διαφοραῖς, οἷονμερῶν πρὸς ἄλληλα. καὶ ἔστι τῶ γένει ἡ ἐναντίωσις. ἀλλαχοῦ δέ. ο-κὸν χρῶμα, διακριτικὸν ὄψεως. μέλαν δὲ χρῶμα, συγκριτικὸν. ἐν γὰρ τούτοις, τὸ μὲν γέ-νος, τὸ αὐτό. κατὰ δὲ τὰς διαφορὰς, ἐναντίωσις. εἴρηται οὖν πῶς λόγος λόγω ἐναντί-ος ἐστὶ, καὶ οἱ τῆς οὐσίας δὲ δηλωτικοὶ λόγοι, ἐναντίοι ἔσονται. ἀλλὰ ταῦτα μὲν ἀρκούν-τως μέχρι τοῦ δὲ προήχθω. διελόντος δὲ τοῦ ἀριστοτέλους τὰ ἐναντία εἴς τε τὰ ἄμεσακαὶ τὰ ἔμμεσα, καὶ ἄμεσα μὲν λέγοντος ἐκεῖνα, ὧν ἐξ ἀνάγκης θάτερον ὑπάρ-χει τῶ δεκτικῶ, καὶ ἀναμέρος πάρεστι τῶ ὑποκείμενω, εἰ μὴ τῶν συμφυῶν εἴη ὡς ἡ θερ-μότης τῶ πυρὶ, ἀλλὰ τῶν συμβεβηκότων γίνεται ὁ λόγος τῶν ἀμέσων τοιοῦτος, ὅτι ἐστινἄμεσα ἐναντία, ἐν οἷς τὸ ἕτερον ἐξ ἀνάγκης ὑπάρχει περὶ τὸ δεκτικὸν. ἔμμεσα δὲ, ὧνοὐκ ἐξ ἀνάγκης τὸ ἕτερον. εἰ πόντος δὲ τοῦ ἀριστοτέλους τῆ τῶν ἄκρων ἀποφάσει τὰμεσα χαρακτηρίζεσθαι, ἀντιλέγει νικόστρατος. ὡς εἰ ἡ ἀπόφασις τὸ μέσον δηλοὶ, καὶ τὸοὐκ ἄνθρωπος καὶ οὐχ ἵππος, μεσότητα δηλώσει. δεῖ οὖν φησι προσκεῖσθαι ἐν τῶ αὐτῶγένει λαμβανομένου τοῦ μέσου, ἐν ὥπέρ ἐστιν αὐτοῦ τὰ ἄκρα. ἀλλ' οὐ προσποιεῖταιὁ ταῦτα λέγων, ὅτι οὔτε ἄκρα ἐστιν ἵππος καὶ ἄνθρωπος, οὔτε ἐναντία. περὶ δὲ ἄκρωνκαὶ ἐναντίων ἦν ὁ λόγος. αὐτὸς δὲ ὁ ἀριστοτέλης ἐν τῶ περὶ τῶν ἀντικειμένων βιβλίωἐζήτησεν, εἰθάτερον ἀποβαλὼν τίς, μὴ ἐξ ἀνάγκῆς θάτερον λαμβάνει. ἀρά ἐστι τὶτούτων ἀνάμεσον, ἢ οὐ πάντως. ὁ γὰρ τὴν ἀληθῆ δόξαν ἀποβαλῶν, οὐκ ἐξ ανάγκηςψευδῆ δόξαν λαμβάνει. οὐδὲ ὁ ψευδὴ, ἀληθή. ἀλλ' ἐνίοτε ἐκ τῆς δόξης ταύτης, ἢ εἰςτὸ μηδὲν ὅλως ὑπολαμβάνει, ἢ εἰς ἐπιστήμην μεταβάλλει. δόξης δὲ ἀληθοῦς καὶ ψευ-δοῦς, οὐδέν ἐστιν ἀνα μέσον. ἢ οὐκ ἄγνοια οὐδὲ ἐπιστήμη. εἰσὶ δὲ καὶ ἄλλαι διαφοραὶ τῶν