τῶ χρώματι, τὸν λευκὸν, καὶ μέλαν. καὶ γλυκύ, καὶ πικρὸν ἐν τῶ χυμῶ. δικαιοσύνη δὲο τὶ ταὰς, ἀρετή. τῆς δὲ, κακία τὸ γένος. αὕτη δὲκαὶ ἀδικία, ἐξ ἐναντίων γενῶν. τῆς μὲνδἡ ἀρετη καὶ ἡ κακία, τρόπον μέν τινα ἐκ τοῦ αὐτοῦ γένους. ἕξις γὰρ ἀμφοῖν τὸ γένος καὶποιότης. τρόπον δὲ ἄλλον, ἐξ ἐναντίων γενῶν. τῆς μὲν γὰρ ἀρετῆς γένος, τὸ ἀγαθόν.τῆς δὲ μοχθηρίας, τὸ κακόν. τὸ δὲ ἀγαθὸν καὶ κακὸν, αὐτὰ γένηδοκεῖ, εἰ μὴ ἄρα ἐν ποι-ὅτητικαὶ ταῦτα ὡς ἐνγένει. ὁ μέντοι γε ἀριστοτέλης πολλαχοῦ φαίνεται τὸ ἀγαθὸνκαὶ τὸ κακὸν, μὴ ὡς γένή, ἀλλ' ὡς ὁμωνύμους φωνὰς τιθείς. τοῦτο δὲ πολλοστὸν μέν ἐστιμέρος. ὧν ἀριστοτέλης, ἐν τῶ λόγω τῶν περὶ τῶν ἐναντιοτήτων ἠπόρησεν. ἄξιον δὲ ἐπὶπάντων τῶν τοιούτων ζητημάτων δικαιολογεῖσθαι ὡς εἰώθασιν οἱ ἀρχαῖοι. κᾶν ὑπαί-τιος ἤτίς ὑπογραφὴ, χρῆσθαι αὐτῆ, ὅταν μηδὲν καταβλάπτη πρὸς ἀχρῶνται. διὸ ἐνμὲν τοῖς περὶ τοῦ ποσοῦ βούληθεὶς τὸ κάτω τῶ ἄνω ἐναντίον δεῖξαι, ἐχρήσατο τῶὅρω, ὡσᾶν ἀπὸ τῆς κατὰ τόπον ἐνἀντιώσεως ἀποδόντων αὐτὸν τῶν πρεσβυτέρων.ἐνταῦθα μέντοι ἐν τῆ περὶ τῶν ἐναντίων διδασκαλία, οὐκηται αὐτῶ ὡς ἄνω μὲνπρορῥηθέντι, μὴ ὄντι δὲ ἀνυπαιτίω. τούτοις οὖν οἱ ἀπὸ τῆς στοᾶς ἐχρήσαν το πᾶσι, καὶτοῖς ἄλλοις διορισμοῖς τοῖς περὶ τῶν ἐναντίων, ἀριστοτέλει κατὰ πόδας ἠκολούθησανἐκείνου τὰς ἀφορμὰς αὐτοῖς δεδωκότος ἐν τῶ περὶ τῶν ἀντικει μένων συγγράμματι.αςἐξειργάσαντο ἐν τοῖς αὐτῶν βιβλίοις. καὶ γὰρ καὶ τὰς ἕξεις ἐναντίας ὑπέλαβον ὡςἐκεῖνος. οἷον φρόνησιν, ἀφρόνησιν. καὶ τὰ κατηγορήματα, ὥσπερ τὸ φρονεῖν καὶ ἀφαί-νεὶν. καὶ τὰς μεσοτητας. οἷον τὸ φρονίμως ἢ ἀφρόνως. τοὺς μέντοι ποιοὺς καὶ πῶςἔχοντας, οὐκ έτι ὑπέλαβον ἐναντίους, ἀλλ' ἐναντίως ἔχειν καὶ τοῦτον τούτω. ἀλλὰμέσως τὸν τρόνιμον τῶ ἄρονι λέγουσιν. ἐὰν δέποτε καὶ λέγωμεν τοῦτον τούτω ἐναντί-ον εἶναι, ἐπὶ τὰ ἄμεσα ποιούμεθα τὴν σημασίαν ὥσφασι. κυριώτατα μὲν οὖν ἐπὶτῶν ἕξεων, καὶ τῶν σχέσεων, καὶ τῶν ἐνεργειῶν, καὶ τῶν τούτοις παραπλησίων, ἡ ἐν ἀντίω-σις θεωρεῖται. δεύτερον δὲ, ὡς ἐναντία λέγεται τὰ κατηγορήματα καὶ τὰ κατηγο-ρούμενἄπως ἐκείνοις. προσάγει δὲ ἁμως γέπως πρὸς τὰ ἐναντία, καὶ τὸ φρονίμωςκαὶ ἀρόνως. ὅλως δὲ ἐν τοῖς πράγμασι τὰ ἐναντία θεωρεῖται. καὶ ἡ φρόνησις τῆ ἀφρο-σύνη ἀμέσως, οὕτως ἐναντία λέγεται. οὐχ ἥδε τῆδε. τοιαύτης δὲ οὔσης τῆς στωϊκῆςδιδασκαλίας, ἴδωμεν πῶς αὐτὴν ἀπὸ τῆς ἀριστοτέλους παραδόσεως παρεσπάσαντο.οὗτος γὰρ ἐν τῶ περὶ ἀντικειμένων τὴν δικαιοσύνην πρὸς τὴν ἀδικίαν ἐναντίαν λέγει.οὐ λέγεσθαι δὲ τὸν δίκαιον τῶ ἀδίκω ἐναντίον φησὶν, ἀλλ' ἐναντίως διακεῖσθαι. εἰ δὲ καὶταῦτα ἐναντία φησὶ, διττῶς ῥηθήσεται τὸ ἐναντίον. ἢ γὰρ καθ' αὑτὰ τὰ ἐναντία ῥη-θήσεται. οἷον ἀρετη καὶ κακία. κίνησις. στάσις. ἢ τῶ μετέχειν ἐναντίων. οἷον τὸ κινού-μενον, τῶ ἑστηκότι. καὶ τὸ ἀγαθὸν, τῶ κακῶ. ἐν οἷς ἐδίδαξε, διατὶ τοὺς ποιοὺς οὐκ εἶπενἐναντίους. ἐπεὶ γὰρ κατὰ μετοχὴν οἱ ποιοί εἰσι διάφοροι, οὐκ ἄν τὸ μετέχον ὁμοίως οὗμετέχει λέγοιτο, ἀλλὰ μᾶλλον ἐκείνου μετέχει. καὶ παρώνυμα εἴπερἄρα ἀπ' αὐτῶνεἶναι, ὡς ἀπὸ τῆς λευκότητος τὸ λευκόν. ἐπεὶ οὖν ἡ φρόνησις τῆ ἀφροσύνη ἐναντίον,οὐκ ἄν καὶ οἱ μετέχοντες ῥηθεῖεν ἐναντίοι, ἀλλὰ μετέχειν ἐναντίων. εἰ δὲ καὶ ταῦτά τις
Einzelbild herunterladen
verfügbare Breiten