Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ὅτι τὰ μὲν τῆ συνηθεία γενόμενα γνώριμα, ταῦτα καὶ ὀνόματος ἔτυχε συνήθους. τὰ δὲἄγνωστα τῆ συνηθεία, ἔμειν ἐν ἀκατονόμαστα. ἐπεὶ δὲ τῶν ἐναντίων, τὰ μὲν, ἐν ὑπο-κειμένω ἐστιν, ὡς τὸ λευκὸν καὶ μέλαν. ἐν σώματι γὰρ ὑπάρχει παθητικῶς αὐτὰ δεχο-μένω. τὰ δὲ, καθ' ὑποκειμένου λέγεται, ὡς τὸ ἄρτιον καὶ περιττόν. κατὰ γὰρ τοῦ ἀριθμοῦ καθ'ὑποκειμένου λέγεται ταῦτα, διότι διαφοραί εἰσιν. αἱ δὲ διαφοραὶ ὡς αὐτὸς ἐν τῶπερὶ τῆς οὐσίας ἔδειξε λόγω, καθ' ὑποκειμένων λέγονται τῶν εἰδῶν. διὰ τοῦτο τὰ μὲν ἐνὑποκειμένω ἐδήλωσε, διὰ τὸ ἐν οἷς πέφυκε γίνεσθαι. τὰ δὲ καθ' ὑποκειμένε, διὰ τοῦἢ ων κατηγορεῖται. κᾶν γὰρ ἐν ὑποκειμένω πάντως ἡ ἀριθμός, ἀλλ' ὅταν τὸ ὑποκείμνμὴ παραλαμβάνηται, τό, τε ἄρτιον καὶ τὸ περιττὸν, ὡς καθ' ὑποκειμένου τοῦ ἀριθμουλέγεται. ὅτι γὰρ οὐχ ὁμοίως ὑγεία καὶ νόσος ὑπάρχει τῶ σώματι, καὶ περιττὸν καὶ ἄρτιον ἀρι-θμῶ, δῆλον ἐκ τοῦ τὴν μὲν ὑγείαν καὶ τὴν νόσον τῶ αὐτῶ σώματι παραμέρος ὑπάρχειν. τὸ δὲ ἄρτίον καὶ περιττὸν, τῶ αὐτῶ ἀριθμῶ μηδαμῶς ὑπάρχειν. ἐπιστῆσαι δὲ ἄξιον, εἰ τὸ ἄρτιονκαὶ περιττὸν διαφοραί εἰσιν ἀριθμου, ἢ εἶδη ἀριθμου. εἰ γὰρ ὁριζόμενοι τὸ ἄρτιον λέγομεν,ἀριθμὸς διχὰ διαιρούμενος, τὸ δὲ ἐκ γένους τὴν ἀριθμοῦ καὶ διαφοράς τινος εἶδος ἂν εἴη ἀρι-θμου, πῶς καθ' ὑποκειμέν τε λέγεται τοῦ ἀριθμου. τὸ γὰρ εἶδος, οὐκ ἄν καθ' ὑποκειμέν εο λέ-γοιτο τοῦ γένους, εἴπερ τὸ καθ' ὑποκειμένου λεγόμενον καθολικώτερόν ἐστι τοῦ καθ' οὗ λέγεται.ἢ οὐχὶ τοῦ ὡσγένος ἀριθμοῦ κατηγορεῖται τὸ ἄρτιον καὶ περιττὸν τὰ ὡς εἴδη. ἀλλὰ τοῦ ἀρ-τίου ἀριθμοῦ τοῦ ὡςεἴδους κατηγορεῖται ἡ τοῦ διχὰ διαιρεῖσθαι διαφορὰ, ἣν ἴσως ἀρ-τιον ἐκάλεσεν, ὡς τοῦ ἀρτίο εἰδοποιόν. ἀλλ' ἐπειδησαφηνείας ἔτυχεν ἡ τὴν ἀριστοτέλουςλέξις, ἴδωμεν καὶ ὅσα τῶ τόπω προσεξεργάζονται οἱ κλεινότεροί των ἐξηγητῶν. τῶν γὰρστ. υστωικῶν μεγαφρονουν τὴν υνιτῆ τοῦ λογικῶν ἐξεργασία, ἔντε τοῖς ἄλλοις καὶ ἐπὶ τῶν ἐναντίων, σπουδάζουσι δεικνύναι, ὅτι πάντων τὰς ἀφορμὰς ὁ ἀριστοτέλης παρέσχεν ἐν ἑνίβι-βλίω, ὁπερὶ ἀντικειμένων ἐπέγραψεν, ἐν ὧ καὶ ἀποριῶν ἐστι πλῆθος ἀμήχάνον. ὧν ὀλίγηνἐκεῖνοι μοῖραν παρέθεντο. καὶ τὰ μὲν ἄλλα ἐν εἰσαγωγῆ παρεμβαλεῖν οὐκ εὔλογον. ὅσα δὲσυμφώνως οἱ στωϊκοὶ τῶ ἀριστοτέλει διετάξαντο, ταῦτα ῥητέον. Ορτο τοίνεν παλαιοῦπερὶ τῶν ἐναντίων καταβεβλημένου, οὗ καὶ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅτι ὅσα ἐστινἐν τῶ αὐτῶ γένει πλεῖστον ἀλλήλων διαφέρει, ἤὐθυνε τὸν ὅρον ὁ ἀριστοτέλης ἐν τῶ περὶτῶν ἀντικειμένων πολυειδῶς βασανίσας αὐτὸν. καὶ γὰρ εἰ καὶ τὰ διαφέροντα ἐναντία ἐστινἐπέστησε καὶ ἡ εἰ διαφορὰ ἐναντιότης εἶναι δύναται. καὶ εἰ ἡ πᾶσα διάστασις ἐστιν ἡ τὸπλεῖστον διαφέρουσα. καὶ εἰταυτὸν τὰ πλεῖστον ἀπέχοντα, τῶ τὰ πλεῖστον διαφέροντι.καὶ τίς ἡ ἀπόστασις καὶ πῶς τοῦ πλεῖστον ἀπέχειν ἀκουστέον. ὧν ἀτόπων φανέντων, προσληπτέον τί τῶ γένει, ἵνα ἡ ὅρος τὰ πλεῖστον ἀπέχοντα ἐν τῶ αὐτῶ γένει. καὶ τίνα τούτω ἄτο-πα ἕπεται. καὶ εἰ ἑτερότητος ἐστιν ἡ ἐναντιότης. καὶ εἰ τὰ μάλιστα ἕτερα ἐναντία.ἄλλους τὲ ἔθηκεν ἐλέγχους πλείονας. χρησαμένου δὲ ὅμως τῶ ὅρω τούτω ἐν τῶ περὶ τοῦποσοῦ λόγω, μετὰ τὸ ἐπι σημήνασθαι ὅτι παλαιὸς ὁ ὅρος, οἱ ἀπὸ τῆς στοᾶς παραλα-βόντες αὐτὸν ἐχρήσαντο. τὸ μὲν σαθρὸν αὐτοῦ, παραδεικνύοντες. πειρώμενοι δὲ ὅλωςλύειν τὰ δοκοῦντα ἄτοπα. ὁ μέντοι νικόστρατος αἰτιάται, ὅτι μὴμόνον ἐν τῶ αὐτῶ γένει