Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

μὲν ἡμεν, ἡμίσεον δὲ μὴ ἡμεν. ἡμίσεον μὲν ἡμεν. διπλάσιον δὲ, μὴ. καὶ αἰκατιγίνεταιδιπλάσιον, ἅμα καὶ ἡμίσεον γίνεται. καὶ αἱ κατιφθείρεται διπλάσιον, ἅμα καὶ ἡμίσε-ον φθείρεται. ὁρίζεται δὲ αὐτὴν ἀριστοτέλης, τῶ κοινοτέρω τῶν πρός τι ὁρισμῶ.τῶ λέγοντι, ὅσα αὐτὰ ἅπέρ ἐστιν, ἑτέρων τῶν ἀντικειμένων εἶναι λέγεται. ὁπωσοῦνἄλλως πρὸς ἕτερον. δεῖ γὰρ καὶ ταύτης τῆς προσθήκης διὰ τὰς διαφόρους τῶν πρός τιἀποδόσεις, ὡς ἐν ἐκείνοις εἴρηται. καὶ μάλα εἰκότως. πρὸς γὰρ τὴν ἀντίθεσιν ἐξαρκεῖ καὶοὗτος ὁρισμός. συνεισάγει γὰρ καὶ ποιεῖ ἀντικατηγορεῖσθαι ἀλλήλων σαφῶς. καὶ οὐδεμι-ᾶς ἄλλης ἀκριβείας πρὸς τοῦτο δεῖται. ἅμαι δὲ καὶ ὅτι τὰ προστιοὐκ ἀντίκειται ὁμοί-ως τοῖς ἄλλοις ἀντικειμένοις, τούτω χρώμενος τῶ λόγω, δείξει. πᾶσι γὰρ τοῖς πρός τιτὸ πρὸς ἄλληλα λέγεσθαι ὑπάρχει. ἀλλὰ πῶς ἐστιν ἀντικείμενα τὰ πρόςτι, εἰ ἅμαἐστι καὶ συνυπάρχει ἀλλήλοις, καὶ ἀντιστρέφει πρὸς ἄλληλα. ἀναιρετικὰ γὰρ ἀλλήλων εἶναιδοκεῖ τὰ ἀντικείμενα. οὔτω ἀναιρετικὸν ἰδιόν ἐστι τῶν ἀντικειμένων, ἀλλὰ τὸ μὴ εἶναιπερὶ τὸ αὐτὸ, καὶ κατὰ τὸ αὐτὸ, καὶ ἐπὶ τῶν πρός τι ὑπάρχει. οὐδὲ γὰρ ταῦτα περὶ τὸ αὐτὸσυνυφέστηκε. τὰ δὲ αὐτὰ ἅπέρ ἐστιν, ἑτέρων τῶν ἀντικειμένων λέγεσθαι, ὁπωσοῦν ἄλ-λως πρὸς αὐτὰ, δύναται μὴ διὰ τὰς πτώσεις μόνον εἰρῆσθαι πρὸς ἃς ἀποδιδοταιἕκαστον τῶν πρός τι, ἀλλὰ καὶ πρὸς αὐτὰ τὰ λαμβανόμενα, ὧν ἀπόδοσις γίνεται.οὐ γὰρ πάντα οὕτως λέγεται, ὡς τοῦτο ὅἐστι πρὸς ἄλληλα λέγεσθαι. ὥσπερ τὸ διπλά-σιον καὶ τὸ ἥμισυ. καὶ ἐπιστήμη. ἕκαστον γὰρ τούτων, ἐστι πρὸς ἄλλο λέγεται, καθ'ἡν ἂν πτῶσιν ἀπόδοσις ἐκείντο γένοιτο. κᾶν μὴ κατὰ πτῶσιν δὲ γένοιτο ἀπόδοσις, ὥσπερτὸ μέγα καὶ μικρὸν, ἀντικείμενα κατὰ τὰ πρός τι ἀλλήλοις, οὐ κατὰ πτῶσιν ἀποδιδοται,οὐ δέ ἔστι τοῦ ἑτερου τὸ ἕτερον, ἀλλὰ μόνον πρὸς τὸ ἕτερον λέγεται. οὐδὲ τὸ ἐπιστη-τὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν ὁμοίως. οὐδὲ ἄλλότι τῶν τοιούτων ἐκείνων ἐστι τῶν πρὸςα λέγεται. τὸ γὰρ ἐπιστητὸν, οὐκ αὐτὸ ἄλλου ἐστιν, ἀλλ' αὐτοῦ ἄλλο. πρὸς γὰρ τὴν ἐπιστή-μὴν λέγεται. οὐχ ὅτι ἐστι τῆς ἐπιστήμης, ἀλλ' ὅτι αὐτοῦ ἐστιν ἐπιστήμη. τὴν δὲ αἰτίαντούτου, γέγραφεν ἀρχύτας. ἐν οἷς τὰς διαφορὰς τῶν κατὰ τὰ πρός τι ἀντικειμένωνπαραδίδωσι. καὶ κάλλιον ὅλην ἐκείνην παραγράψαι τὴν λέξιν. Τῶν δὲ πρός τι, τὰ μὲν,ἀντιστρέφει ἀλλάλοις ἐξ ἑκάτέρων, ὡς τὸ μέζον καὶ τὸ μεῖον. καὶ τὸ ἀδέλφον, καὶ τὸ ὅμοι-οον. τὰ δὲ, ἔχει μὲν ἀντιστροφαν, οὐ μᾶν ἐξ ἀμφοτέρων γε τῶν μερῶν. ἅμα γὰρ ἐπιστά-ὁμα λέγεται, τῶ ἐπιστατῶ. καὶ αἴσθασις, τῶ αἰσθατῶ. οὐ μᾶν ἀνάπαλιν τὸ ἔπιστατὸντὰς ἐπιστάμας. καὶ τὸ αἰσθατον, τὰς αἰσθάσιος. τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν κρινόμενον ἄνευτοῦ κρίνοντος, δυνατον ἡμεν. οἷον τὸ αἰσθατὸν ἄνευ αἰσθάσιος. καὶ τὸ ἐπιστατον ἄνευἐπιστάμας. τὸ δὲ κρίνον, ἄνευ τῶ κρινομένω ἀδύνατον ἡμεν. οἷον τὴν αἴσθασιν ἄνευτῶ αἰσθατῶ. καὶ τὰν ἐπιστάμαν ἄνευ τῶ ἐπιστατῶ. τῶν δὲ ἐξ ἀμφοτέρων ἐχόντωντῶν μερῶν ταν ἀντιστροφαν, τὰ μὲν, ἀδιαφόρως ἀντιστρέφει ἀλλάλοις, ὡς τὸ ὁμοιον καὶτὸ ἴσον, καὶ τὸ ἀδέλφον. τοῦτο γὰρ τούτω ὅμοιον. καὶ τοῦτο τούτω παλιν. καὶ τοῦτο τού-ότωἴσον. καὶ τοῦτο τούτω ἀδελφόν. α δὲ ἀντιστρέφει μὲν ἀλλάλοις ἐξ ἀμφοτέρων τῶν με-ὁρῶν, οὐ μᾶν ἀδιαφόρως. τοῦτο μὲν τούτου μέζον. τοῦτο δὲ τούτου μεῖον. καὶ οὗτος μὲντΤν α