Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ν εὶ τὸ αὐτὸ ἅμα συνυπάρχει. οὐ γὰρ οἱόντε κατὰ τὴν αὐτὸν ὀφθαλμὸν όψιν ἔχειν καὶ τυ-φλότητα. ἀλλὰ καὶ κατάφασις τῆς ἀποφάσεως ἀσυνύπαρκτος. εἰ γὰρ ἀληθὲς τὸ ἡμέραἐστὶ, ψεῦδος τὸ ἡμέρα οὐκ ἔστιν. εἰ οὖν πασι τοῖς εἴδεσιν ἐφαρμόζει τῶν ἀντικειμένωνλόγος, οὐ φωνής ἐστι σημαινόμενα ἀλλὰ γένους, εἰς εἴδη ἐστὶν διαιρεσις, εἴπερ οὐχ ὁ-μω νύμως, ἀλλὰ καὶ συνωνύμως κατηγορεῖται τὸ ἀντικείμενον. προσδηταῦτα οἰάμ-βλιχος φησν, ὡς εἰ μὴ μώνυμος ἦνὸ ὅρος, ἦν ἂν τῶ ὄντι κοινὺς λόγος, καὶ κοινον γέ-νος πάντων τῶν ἀντικειμένων. ἐπεὶ δὲ τὸ μὴ δύνασθαι περὶ τὸ αὐτὸ συνυπάρχειν καὶ πρὸςτὸ αὐτὸ, ἄλλως μένφησιν ὁἰάμβλιχος θεωρεῖται ἐν τοῖς πρός τι, ἄλλως δὲ ἐν κατα-φάσει καὶ ἀποφάσει, καὶ ἄλλως ἐν τοῖς λοιποῖς τῶν ἀντικειμένων ἀληθεύει ἐξ ἀρχῆςλόγος, τὸ ὁμωνυμα εἶναι τὰ ἀντικείμενα. διὸ φησι καὶ μαρτε νικόστρατος, ὡς πρὸςἓν γένος αὐτῶν τὴν ἀντιλογίαν ποιούμενος. μέντοι πορφύριος, γένος μᾶλον καὶ αὐ-τὸς τίθεται, καὶ ἐγὼ ταύτη μᾶλλον ῥέπω. οὐδὲ λόγου ἀκούσας πιθανοῦ τινὸς, τὴνμωνυμίαν κυροῦντος, οὔτε αὐτὸς ἐννοῶν, πλὴν τοῦ ἀριστοτέλους εἰπεῖν. περὶ δὲ τῶνἀντικειμένων ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι. καίτοι τὸ ποσαχῶς καὶ εἰ τὸ γένος ἦνδύνα-τὸν εἰπεῖν. εἴτε γὰρ τρία εἴτε τέτταρα εἴχεν εἴδη τριχῶς τετραχῶς, ἀληθὲς εἰπεῖνἀντικεῖσθαι. ὅπέρ ἐστι ποσαχῶς. οὐ γὰρ τὸ ποσαχῶς εὐθὺς τὴν ὁμώνυμον δηλοῖ φωνὴν,ἀλλὰ τὸ πολλαχως μόνον λέγεσθαι, μὴ μέντοι εἶναι. ἀλλὰ ταῦτα μὲν κοινῶς περὶ τῶνἀντικειμένων εἰρήσθω. λοιπὸν δὲ τὴν λέξιν τοῦ ἀριστοτέλους προσληπτέον, καὶ ποι-ητέον αὐτῆς τὴν ἐξήγησιν. Περὶ δὲ τῶν ἀντικειμένων ποσαχως εἴωθεν ἀντιτίθε-σσθαι. ἕως τοῦ, ὥστε διαφέρουσιν αὗται αἱ ἀντιθέσεις ἀλλήλων. ζῶςπερ ἐπὶ τῶν ἄλ-λων τὴν διαίρεσιν πρῶτον διὰ τῶν παραδειγμάτων παραδοὺς, τότε τὸν ἑκάστου λόγονἀπέδωκεν, οὕτως καὶ ἐνταῦθα τὴν διαίρεσιν τῶν ἀντικειμένων τετραχῶς γενομέ-νην παραδοὺς, καὶ διὰ τῶν παραδειγμάτων τὰς διαφορὰς αὐτῶν ὑποδείξας γνωρίμωςτοῖς ἀκούουσιν, οὕτως ἑκάστου τὸν λόγον ἐπιφέρει, καὶ ὁρισμοῖς αὐτὰ περὶ λαμβάνει.φαίνεται δὲ καὶ τὰ περὶ ἀντικειμένων ἀριστοτέλης ἐκ τοῦ ἀρχυτείου βιβλίου με-τα λαβῶν τοῦ περὶ ἀντικειμένων ἐπιγεγραμμένου, ὅπερ ἐκεῖνος οὐ συνέταξε τῶ περὶγενῶν λόγω, ἀλλ' ἰδίὰς πραγματείας ἠξίωσε. καὶ γὰρ τὴν διαίρεσιν αὐτῶν ἀρχύτας,οὕτωσὶ πραδίδωσι. καὶ κατὰ νόμον καὶ κατὰ φύσιν ἀντικεῖσθαι ἀλλάλοις λέγεται. τὰ μὲν ἐναντία, οἷον ἀγαθὸν, κακῶ. καὶ ὑγιές, κάμνοντι. καὶ ἀληθες, ψεύδει. τὰ δὲ, ὡςἕξεις, στερήσει. οἷον ζωα, θανάτω. καὶ ὅρασις, τυφλότατι. καὶ ἐπιστάμα, λάθα. τὰ δὲ,ὡς πρός τίπως ἔχοντα. οἷον, διπλάσιον ἡμίσει. ἄρχον ἀρχομένω. καὶ δε σπόζον δε σπο-ζομένω. τὰ δὲ, ὡς κατάφασις ἀποφάσει. οἷον, τὸ ἄνθρωπον μὲν, τῶ μὴ μὲν ἄνθρω-πον. καὶ τὸ σπουδαῖον ἡμεν, τῶ μὴ ἡμεν. πρώτην δὲ ἀριστοτέλης ὡρίσατο τῶν ἄλλων τὴνκατὰ τὸ πρός τι ἀντίθεσιν. διό τι οἶμαι ἰδιον ἔχει τὶ αὕτη παρὰ τὰς ἄλλας, τὸ συνυ-πάρχειν ἀλλήλοις, τὰ οὕτως ἀντικείμενα. ἀρχύτὰς δὲ, τρία τέθεικε τὰ πρός τι,ὡς κατὰ σχέσιν ὑφεστῶτα. καὶ περὶ τῆς κατὰ τὰ πρός τι ἀντιθέσεως, τάδε γέγρα-ἥφε. τὰ δὲ πρός τι ἅμα ἀνάγκα γίνεσθαι καὶ φθείρεσθαι. ἀδύνατον γὰρ διπλάσιον