τούτω πατήρ. οὗτος δὲ τούτω ὑἱὸς. Ιστέον δὲ ὅτι, ὁ μὲν ἀριστοτέλης, μεσότητα τῶν πρός-ὅτι οὐ παραδέδωκεν. ὁ δὲ ἀρχύτας, περὶ αὐτῶν τάδε γέγραφε. τὰ δὲ πρός τι, ἐπιδέχεταιἡ μεσότατα. μεταξὺ γὰρ τῶ δεσπόζοντος καὶ δούλω, τὸ ἑλεύθερον. καὶ μεταξὺ τῶμείζονος καὶ μείονος, τὸ ἴσον. καὶ μεταξὺ τῶ πλατέος καὶ στενοῦ, τὸ ἐφαρμόζον. εἰδὴ καὶἀριστοτέλης μὴ συνεχώρει ταύτη τῆ μεσότητι, διαφέρειν ἂν εἴπετὴν κατὰ τὸ πρός τίἀντίθεσιν, τῆς κατὰ τὸ ἐναντίον. καὶ τὸ μὴ ἐπιδέχεσθαι μεσότητα. διαφέρει δὲ τῶνἐναντίων τὰ πρός τι, τῶ τρόπω τῆς κατηγορίας. τὰ μὲν γὰρ πρός τι, αὐτὰ ἅπέρ ἐστιπρὸς ἄλληλα λέγεται ὁ πωσοῦν. τὰ δὲ ἐναντία, ἀντίκειται μὲν, οὐ μέντοι ἀντιστρέ-φει πρὸς ἄλληλα. τὸ γὰρ ἀγαθὸν, οὐ λέγεται τοῦ κακοῦ. οὐδὲ τὸ κακὸν ἀγαθοῦ κακὸν,ἀλλ' ἐναντία μόνον ἀλλήλοις. φυλάττεσθαι δὲ δεῖ, μὴ ποτε ἀπὸ τῶν πρός τι μεταπέ-σωμεν εἰς τὴν τῶν ἐναντίων, ἢ εἰς ἄλλην ἀντίθεσιν. τὰ μὲν γὰρ πρός τι, οὐκ ἦν μαχητικὰ οὐ-δὲ ἀναιρετικὰ ἀλλήλων, ἀλλὰ μᾶλον καὶ θέτικὰ τῆς ἑτερότητος μόνης εἰσα γούσης, συνυπάρ-χουσαν ἀντίθεσιν. ἡ γοῦν ἐπιστήμη, πρὸς μὲν τὸ ἐπιστητὸν, ἀντίθεσιν ἔχει συνυπαρκτι-κην τὴν κατὰ τὸ πρός τι. πρὸς δὲ τὴν ἄγνοιαν, ἀντίθεσιν μα χητικὴν καὶ ἀσύντακτον. οὐ γὰρλέγεται ἐπιστήμη ἀγνοίας, ἀλλ' ἐπιστητοῦ μὲν ἐπιστήμη. ἀγνοίας δὲ ἐναντίον. δεῖ οὖντὴν τῶν πρός τι ἀντίθεσιν συναγωγὸν τῶν ὑποκειμένων νοεῖν, μετά τινος ἀντιθέσεωςἐξ ἀλλήλων καὶ μὴ ἐξ αὐτῶν τὴν διαφορᾶν λαμβανούσης. διὰ τοῦτο γὰρ τὰ μὲν ἐνἀν-τία, ἐξωθεῖ ἄλληλα. τὰ δὲ πρός τι, ἐκ τῆς πρὸς ἄλληλα οἰκειότητος τὴν ἑτερότητασυνάγει. διὸ καὶ τὰ μὲν μᾶλλον, ἐμφαίνει τὴν ἑτερότητα, ὡς τὸ διπλάσιον πρὸςτὸ ἥμισυ. τὰ δὲ ἥττον, ὡς ἐπιστήμη πρὸς τὸ ἐπιστητὸν. τὰ δὲ οὐδὲ ὅλως σχεδόν, ὡςοἱ ἴσοι πρὸς ἀλλήλους. ὅσα οὖν ἀντίθεσιν ἔχοντα τοῦ ἀντικειμένου λέγεται αὐτο ὅπόρ ἐστι,ταῦτα τῶν πρόστι ἐστιν. ὥσπερ τὸ μεῖζον αὐτὸ τοῦτο ὁ λέγεται, τοῦ ἀντικειμένου λέ-γεται. καὶ τὸ αὐτὸ πρὸς μὲν τὸ, μεῖζον. πρὸς δὲ ἕτερον, ἔλαττον. διὸ οὐδὲ μαχητικὴ ἡτοιαύτη ἀντίθεσις. καὶ τὸ ὀρθὸν δὲ τὸ τύπτειν, πρὸς τὸ ὕπτιον τὸ τύπτεσθαι, ὡς πρός τιἀντίκειται. διὸ καὶ ἀριστοτέλης τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐπιδέχεσθαι τὰ ἐναντίαεἰπὼν, αὐτὰ μὲν οὐκ ἔφη ἐναντία εἶναι ἀλλήλοις. ἐν ἑκατέρω δὲ αὐτῶν ἐπέδειξεν ἐναν-τίωσιν, ὡς ἐν τῶ λευκαίνειν καὶ μελαίνειν, καὶ λευκαίνεσθαι καὶ μελαίνεσθαι. ἀνδρόνι-κὸς δὲ, οὐκ ἀντίθετα μόνον, ἀλλὰ καὶ ἐναντίατὸ ποιεῖν καὶ τὸ πάσχειν ἀπεφηνατο. καὶ τοῦ-το δὲ ἐπιστῆσαι ἄξιον. ὅτι τὰ μὲν πρός τι, πρὸς ἄλληλα λέγεται. τὰ δὲ ἐναντία αὐτὰ μὲνἅπέρ ἐστιν ἐναντία, τούτεστι τὰ τῆ ἐναντιώσει περιεχόμενα, ὥσπερ τὸ λευκὸν καὶ τὸμέλαν πρὸς ἄλληλα οὐ λέγεται. τὸ δὲ ἐναντίον αὐτὸ, καὶ οὐχὶ τὰ περιεχόμενα ὑπ' αὐτοῦκατὰ τὰ πρός τι λέγεται, καὶ οὐχὶ κατὰ τὸ ἐναντίον. ἀντεισάγει γὰρ ἄλληλα καὶ συνυφέστηκε. καὶἴσως τούτου αἰτιον, ἡ κοίνη τῆς ἐναντιότητος ἐν τοῖς ἐναντίοις συνύπαρξις. νικόστρα-τος δὲ δεικνύναι νομίζει, ὅτι τὰ ἐναντία πρὸς ἄλληλα λέγεται, οὐκ ἀπὸ τῶν ὑπὸ τὸἐναντίον, ἀλλ' ἀπ' αὐτοῦ τοῦ ἐναντίου ποιούμενος τὴν ἐπιχείρησιν. ἐπὶ πάντων δὲ ἴσμεν,ὅτι ἄλλο μέν ἐστιν αὐτὸ ἕκαστον, ἄλλο δὲ ὑπ' αὐτό τεταγμος καὶ μετέχον αὐτοῦ, ὥσπερ τὸἴσον αὐτὸ μέν ἐστι τῶν πρός τι, τὰ δὲ ὑπ' αὐτοῦ ποσά ἐστιν ἐν οἷς τὸἴσον, οὕτως οὖν καὶ τὰ
Einzelbild herunterladen
verfügbare Breiten