ἰδέαν, οὔτε ποιότης ἐν τὶ, οὔτε παλίκός. οὔτέ ποτε γερον τικῶς ἔχων. οὐδὲ μᾶν ποιέων τί, ἢ πάσχων τί. οὐδὲ κείμενος. οὐδὲ ἔχων τί. οὐδὲ ἐντόπω καὶ ποκὰ ὑπάρχων. πάν-ἢτα γὰρ ταῦτα, φυσικᾶς οὐσίας καὶ σωματικὰς συμβάματα ἐν τί. ἀλλ' οὐνοατὰς καὶ ἀκινη-ἥτω, καὶ προσετιγε ἀμεροῦς. εἶτα ὀλίγα περὶ συνθέσεως εἰπὼν τῶν ἁπλῶν φωνῶν,ἅπερ ὁ ἀριστοτέλης ἐν τῶ περὶ ἑρμηνείας βιβλίω κατέταξεν. ἐπὶ τέλει δὲ, τὴν εἰς δέ-καδιαίρεσιν τῶν γενῶν, ὡς οἰκειαν ταῖς ἀρχαῖς καὶ τῆ ἐπιστήμη ὡρισμέναις οὐσίαις. καὶδια τοῦτο ἐν ἀριθμῶ, καὶ τῶ παντὶ ἀριθμω ἀποδεικνυσιν. ὁ μέντοι ἀριστοτέλης μετὰτὰς κατηγορίας ἐξετάζει τὰ οἰκείως ἔχοντα πρὸς αὐτὰς, ὡς αὐτίκὰ μάλα εἰσόμεθα. ἔστι δὲ ταῦτα περὶ ἀντικειμένων εἰπεῖν. καὶ περὶ προτέρου καὶ ὑστέρου. καὶ περὶ τοῦ ἅμα.καὶ περὶ τῶν εἰδῶν τῆς κινήσεως. καὶ περὶ τῆς τοῦ ἔχειν ὁμωνυμίας. ἀλλὰ κοινῶς πρῶ-τέλει τῶν κατηγοριῶν ταῦτα πρός κει-τὸν περὶ αὐτῶν ζητητέον. τί δὴ ποτε ἐπὶται. καὶ τίνα χρείαν παρεχόμενα. τινὲς μὲν γὰρ, ὧν καὶ ἀνδρόνικός ἐστι, παρὰ τὴν πρόθεσιντοῦ βιβλίου προσκεῖσθαι φασὶν ὑπό τινος ταῦτα τοῦτο τῶν κατηγοριῶν βιβλίονπρὸ τῶν τόπων ἐπιγράψυντος. οὐκ ἐννοοῦντες οὗτοι πόσην χρείαν ἐντη τοπικῆ πραγματεία μόνον, ἀλλὰ καὶ τῶ περὶ τῶν κατηγοριῶν λόγω εἰσάγειν τὰ εἰρημένα. ἄλλοιςδὲ καὶ πορ φυρίω ἀρέσκει πρὸςσαφήνειαν συντελεῖν τὰ θεωρήματα ταῦτα. διό τι τῶνἐν ταῖς κατηγορίαις μνήμης τυχόντων ὀνομάτων, ὅσα μὲν οὐκ ἦν κατὰ τὰς κοινὰς ἐννοίαςπροειλημμένα, ταῦτα ἐν ἀρχὴ προύλαβεν ὁ ἀριστοτέλης καὶ διήρθρωσεν, ὥσπερ τὴνα αῖ τπερὶ τῶν ὁμωνύμων καὶ συνωνύμων λόγον. ὅσα δὲ ἦν μὲν ἐν ταῖς κοιναῖς ἐννοίαις προ-εἰλημμένα, διαρθρώσεως δὲ πλείονος ἐδεῖτο, τούτων τὸ συγκεχυμένον τῆς προλήψεωςτὴν συμπλήρωσιν διήρθρωσε, πρὸς τὸ μὴ διακόπτειν τὸ τοῦ λόγου συνεχὲς, μετα-τὴν τούτων διάρθρωσιν παρεμβάλλοντα. οἱ δὲ ταῦτα λέγοντες, λέγουσι μέντι. οὐ μέντοιγε τῆς ὅλης αἰτίας περικρατοῦσι. πολὺ γὰρ πρὸ τούτων ὡσφη ἰάμβλιχος τὴν ἐπικρι-σιν περιέχει ταῦτα πάντων, οἷς ἐχρήσατο. τούτέ στι τῶν ἀντικειμένων καὶ τῶν λοιπῶν.ἐπεὶ γὰρ χρήσιματαῦτα ἣν εἰς τὴν τῶν κατηγοριῶν εὑρεσίντε καὶ βεβαίωσιν, ταῦτα δὲ οὐκ ἣνὀρθῶς ἐπικρίνειν, μὴ τοὺς ἀκριβεῖς περὶ αὐτῶν λόγους διαρθρώσαντα, προσέθη κεν ἐπὶτέλει καὶ τούτους. καὶ οὐκ ἀδιατάκτως, ἀλλὰ διατεταγμένως αὐτοὺς ἐξέθετο. ἐπεὶ γὰρκαὶ ἐντω περὶ τῆς οὐσίας λόγω, καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις ἐζήτησεν εἰ ἐπιδέχον-ται τὸ ἐναντίον. ἐνδὲ τοῖς περὶ τ τοῦ πρός τι, εἰ τὸ μέγα τῶ μικρῶ ἐναντίον, ἢ ἀντίκει-ται μᾶλον. μνημονεύσας δὲ τούτων, τίνι διαφέρει τὰ ἐναντία τῶν ἀντικειμένων οὐ παρέ-στησεν, ἀκολούθως μετὰ τὴν συμπλήρωσιν τῶν κατηγοριῶν, τὴν περὶ τῶν ἀντικειμένων λόγονποιεῖται, ἕνεκα τῆς ἐπικρίσεως τοῦ κοινῶς συνυπάρχοντος ἢ μὴ ὑπάρχοντος πα-σαις ταῖς κατηγορίαις. πάλιν δὲ μετὰ τὴν οὐσίαν καὶ τὸ ποσὸν, τὴν τοῦ πρός τι φυσιν ἀποδει-κνὺς, ἀπέδειξεν ὅτι, τὰ μέν ἐστιν αὐτῶν ἅμα τῆ φύσει. τὰ δὲ, πρότερα ὡς πρὸς ἄλλαὕστερα ὄντα. ὥσπερ τὸ ἐπιστητὸν καὶ αἴσθητὸν, ἐπιστήμης πρότερα καὶ αἰσθήσεως.ἀναγκαῖον οὖν μετὰ τὰ ἀντικείμενα, τὴν τοῦ ἅμα καὶ τὴν τοῦ προτέρου καὶ ὑστέρουφύσιν ὑποδεῖξαι. ἐπεὶ δὲ ἐφεξῆς περι τοῦ ποιεῖν καὶ πάσχειν ἀνεδίδαξε, περιέχουσι
Einzelbild herunterladen
verfügbare Breiten