κῶς, ὄντως καὶ νοερῶς ἐπεσκέψατο. τολμητέον δὲ ἐφιστάνειν τοῖς εἰρημένοις, ἐπειδὴκαὶ αὐτῶ φίλον, μὴ ἀπερισκέπτως ἐκδέχεσθαι τὰ λεγόμενα. καὶ τὰ μὲν περὶ τῆςχρείας τοῦ ἔχειν εἰρημένα, θαυμαστῶς ὄντως καὶ ἀξίως τῆς τοῦ ἀνδρὸς μεγαλονοί-ας εἰρῆσθαι μοι δοκεῖ. πῶς δὲ τὰς προβαλλομένας ὑπὸ τῆς ψυχῆς ζωας, καὶ τὰς ἀπὸτοῦ σώματος ἐν διδομένας αὐτῆ δυνάμεις ἔχειν τὴν ψυχὴν φησίν, εἴπερ καὶ αὐτὸςλεΑ τ ἢὁμολογεῖ σώματα εἶναι τὰ ἐχόμενα, καὶ περὶ σωματα τὰ ἔχοντα κατὰ τὴν τοῦ ἔχειν κατῆγορίαν. πῶς δὲ τὰ γινόμενα ὑπὸ τῆς ὅλης φύσεως, ἔχεσθαι φησὶν ὑπ' αὐτῆς. οὐγὰρ ταὐτὸν ἦν τὸ κατ' αἰτίαν, καὶ τὸ ἔχον κατὰ τὸ τοῦ ἔχειν γένος. ἔτι δὲ μᾶλλονἀπορῶ, πῶς τὸν ὅλον κόσμον τὸν κατὰ τὰς ζωὰς πάσας νοούμενον, καὶ τὰ στοιχεῖα,καὶ τὰς φύσεις, εἴτε συμφυτα εἴηταῦτα μετέχειν αὐτῶν φησὶν, εἴτε ἐπίκτηταπερικρατεῖν αὐτῶν. καὶ γὰρ ταῦτα πρῶτον μὲν κατὰ τὰς ζωας οὐδύναται ἔχειν,εἴπερασώματοι αἱ ζωαί. σώματα δὲ ἦν, τὰ ἐχόμενα. ἔπειτα εἰ μὲν συμφυὴ ἡ μέρη ὁπωσοῦν τοῦ παντὸς, οὐκ ἄν εἴη ἐχόμενα, ὡς αὐτὸς διετάττετο. εἰ δὲ γεννήματα, ἄλ-λος ὁ τῆς συνοχῆς τρόπος. καὶ τὰ ἐν τῆ γῆ δὲ, καὶ τὰ ἐν τοῖς ἄλλοις στοιχείοις ζῶα, εἴ-τε ὡς μέρη θεωροῖτο τῆς ὅλης γῆς, εἴ τε ὡς γεννήματα, οὐκ ἄν ἔχεσθαι λέγοιτο ὑπ' αὐτῆς. πῶς δὲ καὶ ὁ οὐράνος τὰς ἐν ἑαυτῶ σφαίρας ἔχει, εἰ μὴ ὡς μέρη. συμφυεῖς γὰρ αὖ-ται καὶ οὐκ ἐπίκτητοι. πῶς δὲ τὸ κοινὸν ζὄν, μικρότερα ζῶα ἐνἑαυτῶ περὶιείληφεν,εἰ μὴ ὡς μέρηἢ ὡς γεννήματα. ταῦτα μὲν οὖν ἄντις ἐπιστήσοι καὶ ἄλλα τοιαῦτα προ-χείρως. δυνατὸν δὲ οἶμαι λέγειν, ὅτι ἐπικτητον μὲν εἶναι δεῖ καὶ κεχωρισμένον τῆςοὐσίας τὸ ἔχόμενον. οὐ πάντως δὲ σῶμα, ἀλλὰ σωμάτοειδὲς. καὶ γὰρ καὶ ἀρχύτας, οὐ σῶ-μα εἶπεν, ἀλλὰ σωματῶδες. διότι τουτό ἐστι τὸ ἐπίκτητον καὶ κεχωρισμένον. τὰ γὰἀσώματα, τελέως συμφύεται. καὶ ἡ ζωη οὖν ἡ σωματοειδὴς, κεχωρισμένη τῆς ψυχι-κῆς οὐσίας, καὶ ἐπίκτητος αὕτη γενομένη οὕτως, ὡς μὴ ἀλλοιοῦν αὐτὴν, μὴ δὲ ἕντι συναὐτῆ ποιεῖν, ἔχεσθαι ἂν ὑπ' αὐτῆς λέγοιτο. εἰ μέντοι ἀλλοιωτικὴ τίς ἐστιν ἡ ζωὴ καὶ οὐποιητικὴ τῆς ὅλης οὐσίας, οὐκ ἄν ἔχεσθαι λέγοιτο. τὰ δὲ μέρη τῶν ὅλων καὶ τὰ γεννή-ματα, οὐκ ἄν ἔχοιτο. ὡς δὲ ἐπικτῆτα καὶ κεχωρισμένα καὶ προσηρτημένα τῶ ὅλω, ἔχεσθαι ἂν λέγοιτο καὶ αὐτὰ δικαίως. οὔτε γὰρ τὰ μέρη ἐκείνων οὕτως ἀτόμως συμπέφυκεν ὡς ἐφ' ἡμῖν, οὔτε τὰ γεννήματα ἀπέσπασται οὕτως ὡς τὰ ἡ μέτερα. ἀλλὰ ταῦτα μὲνκαὶ ἐπιπλέον ζητητέον. συμπληρωθέντος δὲ τοῦ περὶ τῶν δέκα κατηγοριῶν λόγου, ὁ ἀρχύτας προστίθησιν, ὅτι ἡ τῶν ἄλλων κατηγοριῶν ἀπόστασις πλὴν τῆς οὐσίας, περὶ τὸαὐτόματον θεωρεῖται καὶ αἰσθητὸν, καὶ οὐ περὶ τὸ καθόλου καὶ νοητον. γράφει δὲ οὕτως.Επεὶ δὲ τέλος ἔχουσι τὰ σημαίνοντα καὶ τὰ σημαινόμενα, οἷς ποτεχρώμενοςἄνθρωπος ἐκ πληροῖ τὸ τέλεον τῶν λόγων σύνταγμα, ποτιδιορίσθω, ποτί γε τοῖς εἰὁ ρημένοις. ὅτι τὰν ἐφαρμογᾶν τούτων πάντων, οὐκ αὐτὸς ὁ ἄνθρωπος, ἀλλ' ὁ τίς ἄνθρωποςἢ ἐπιδέχεται. καὶ γὰρ ποιὸν ἀνάγκα, καὶ πάλιν ποσόν. καὶ ποτὶ τίπως ἔχεν τὴν τινὰ ἀνθρω-ἥπον, καὶ ποῦ. ἔτι δὲ ποιὲν καὶ πάσχεν. καὶ κεῖσθαι καὶ ἔχεν, καὶ ἐντόπω ἡ μὲν καὶ ποκά.ν αὐτὸς δὲ ὁ ἄνθρωπος ὅς τὰν πρώταν ἐπιδέχεται σημασίαν, λέγω δὲ τὸ τί ἐν τί κατὰ τὰν
Einzelbild herunterladen
verfügbare Breiten