ἦν. καὶ εἴχεν αὐτὰ ὡς ἕτερα, οὐσίας ἑτέρας ὄντα. οὔτε γὰρ συνεφίετο αὐτοῖς, ὥσπερτὰ συγκρινόμενα σώματα, ἀλλ' ἀμιγῆς οὐσα καθ' ἑαυτὴν εἴχεν αὐτὰ περικείμενα.ὡσαύτως δὲ καὶ ἐπὶ τῆς φύσεως φησ τοῦ παντὸς. ὅταν κατὰ τοὺς λόγους αὐτῆς περιέχη γι-νόμενα πολλὰ ὑπ' αὐτῆς καὶ τούτων τινὰ ἀπογίνοιντο, ὥσπέρ τινα ἐπίκτητα ὄντα,αὐτὴ δὲ μένει ἡ αὐτη οὖσα. καὶ περιδρασσομένη τὰ ἐν αὐτῆ καὶ ἀφιεῖσαμηδὲν παύηταισώματά τε καὶ ζῶα καὶ φυτὰ, τότε καὶ περὶ τὴν φύσιν τοῦ παντὸς τὸ ἔχειν θεωρηθήσεται, τὰἐπικτηταπάντα, ὅσα μὴ συμβεβηκότα ἐστὶ μὴ δὲ συμφυῆ ἐν ἑαυτῆ περιεχούσης.τούτων δὲ ἔτι μᾶλλον ἐν ὅλω τῶ κόσμω, τῶ κατὰ τὰς ζωὰς αὐτοῦ πάσας νοουμένω, καὶ τὰς ψυ-χὰς τὰς ἐν αὐτῶ, στοιχεῖά τε καὶ φύσεις καὶ τὰ κοινῶς ὑπ' αὐτῶν συνιστάμενα, θεωρεῖ-ται ἡ νυνὶ λεγομένη ἕξις. αὐτοτελὴς γὰρ ὧν ὁ ὅλος κόσμος, ἐκμερῶν τελείων συμπεπληρωμενον, ἔχει πάντα τὰ ἐν ἑαυ τῶ πλήρη. καὶ οὐδενὸς ἀμοιροῦντα τῶν ἐπιβαλλόν-των ἑαυτῶ. εἴτε οὐν συμφυτα ταῦτα εἴη μετέχει τούτων. εἴτε ἐπίκτητα, περικρα-τεῖ καὶ ταῦτα. εἴτε καὶ τὸ συναμφότερον, καὶ ταῦτα περιέχει. οἷα ἡ γῆ ἔχει τὰ ἐναὐτῆζῶα, ποτὲ μὲν γινόμενα, ποτε δὲ ἀπογινόμενα. εἴ ποις ἄν οὖν ἐπίκτητα αὐτὰ εἶναιτῆς γῆς. καὶ μετουσίαν τινὰ αὐτῆ παρέχοντα. καὶ αὖθις ἀφιστάμενα ἀπ' αὐτῆς. καὶ ἡ γῆπερικρατεῖ αὐτὰ ὡς ἰδεῖν φαίνεται. καὶ θάλασσα δὲ ὁμοίως τὰ ἐν αὐτῆ θαλάττια ζῶαπεριειληφεν. εἰ δὲ ἐφ' ἡμῶν μὲν ἔξωθεν περίκειται τὰ ἐχόμενα, ἐπὶ δὲ τοῦ παντὸς εἰςτὰ ἐντὸς μᾶλλον περιειργόμενα, οὕτως ἔχεται, καὶ τοῦτο οὐκ ἀποδεῖ τῆς μεριστῆς καὶ τῆς ὅληςει σφύσεως, τὰ μὲν γὰρ ἡ μετέρα σώματα μεριστὰ ὄντα, ἔξωθεν ἔχει τὰ ἔχόμενα σώμα-τα, τὸ δὲ πᾶν, τέλεον ὂν, καὶ οὐδὲν ἔξωθεν ἑαυτοῦ ἀπολεῖπον, ἐν ἑαυτῶ περιέχει τὰπεριεχόμενα, καὶ εἴσωἑαυτοῦ πανταχοθεν αὐτὰ περιείληφε. καὶ ὁ οὐρανὸς δὲ τὰ τέ-τταρα στοιχεῖα ἐνἑαυτῶ περιείληφεν. ἄλλον δὲ τρόπον, καὶ τὰς ἐν ἑαυ τῶ σφαίρας ἔχεικαὶ ὅσα ἐστὶν ἄστρα. καὶ τὰ ἐν τοῖς τέτρασι δὲ στοιχείοις ζῶα. ὅ, τε συμπας οὐρανὸς καὶ τὰ τεσσαρα στοι χεῖα ἔχει ἐν ἑαυτῶ. καὶ ὅλως ἀεὶ τὰ περιέχοντα ἔχει τὰ περιεχόμενα.διακέκριται γὰρ καθ' ἕκαστα τεταγμένως τὰ ἐν τῶ κόσμω. καὶ τὰ ἀνώτέρω. καὶτὰ πρεσβύτερα ἀεὶ περιείληφε τὰ ὑποδεέστερα. καὶ οὕτως ἐξ ἀρχῆς τὸ τοῦ ἔχειν γέ-νος παρήχθη. καὶ εἰ ὁ κόσμος δὲ ὅλος νῦν μὲν ταῦτα ἔχει τὰ συμπληροῦντα αὐτὸν, αὖθιςδὲ ἄλλα ὅσα ἡ γένεσις εἰς αὐτὸν ἐν δίδωσιν, ἔσται ἡ ἕξις αὐτοῦ διάφορος. καὶ ἄλλοτε ἄλ-λη, διὰ τὴν τῶν παραγινομένων εἰς αὐτὸν μεταβολην. καὶ εἴπεραἱ δυνάμεις αἱ ἐν τῶ παντὶ,ἢ αἱ δαιμονίαι ἢ αἱ θεῖαι ἔχουσι μέρη τοῦ κόσμου περικείμενα ἑαυταῖς, καὶ τοῦτοἀδιαλείπτως ἐν τῶ παντὶ γίνεται, ἢδαιμονίων ἢ θείων λήξεων ἐχουσῶν τὰ δια-κληρωθέντα αὐτοῖς μόρια τοῦ κόσμου, καὶ οὕτως ἂν μετὰ πάντων εἴη τοῦ ἔχειν.ἔτι δὲ εἰαἱ τῆς ζωῆς τοῦ παντος μοῖραι, ἔχουσι μέρη τοῦ κόσμου περικείμενα καὶταῦτα οὐ συμφύη, πρὸς αὐτάς ἐστιν, ἀλλ' ὡς ἔξωθεν αὐτῆς ἐπίκτητα, κᾶν οὕτως εἰςτὸ ἔχειν τάττοιτο πάντα ταῦτα. καὶ εἰ τὸ κοινὸν ζῶον ἔχει μικρότερα μέρη περὶ ἑαυ-τὸ καὶ μικρότερα ζῶα ἐν ἑαυτῶ περιειλημμένα, καὶ κατὰ τοῦτον ἂν τὸν τρόπον, εἰς τὸἔχεινταττοι το πᾶσα ἡ τοιαύτη σύνταξις. ταῦτα μὲν οὖν ὁἰάμβλιχος θεωρητι-
Einzelbild herunterladen
verfügbare Breiten