Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

κατὰ πόλεμον ἔχεται, ἢ ἐν εἰρήνη. καὶ τῶν κατὰ πόλεμον, τὰ μὲν, περικείμενά-ἐστι. τὰ δὲ, κρατούμενα. καὶ τούτων ἑκατέρων, τὰ μὲν, φυλαγματά ἐστιν ὡς θώ-ραξ περικειμενος, καὶ ἀσπὶς κρατουμένη. τὰ δὲ, ἀμεντήρια, ὡς ξίφος περικεί-μενον, καὶ δόρυ κρατούμενον. τῶν δὲ ἐν εἰρήνη, τὰ μὲν, κόσμου ἕνεκα, κατὰ διάφοραμέρη τοῦ σώματος. ὡς διάδημα καὶ περιδέρῥαιον, καὶ δακτύλιος. τὰ δὲ, σκέπης. καὶ τοῦτων τὰ μὲν, περὶ ὅλον τὸ σῶμα. ὡς ἰμάτιον. τὰ δὲ, περὶ μέρος. ὡς ὑπόδημα. τινὰ δὲ καὶὄργανα ἔχει. ὡς τὸ σκέπαρνον, καὶ τὸ πηδάλιον, καὶ ἡ βακτηρία. τίνὰ δὲ καὶ ὡσαύτως κτηματα, ὡς ἀργύριον, ἢ τί ἄλλο. ὁ διὰ τὸ ἔχειν κρατουμεν. δεῖ δὲ οἶμαι παντὸ ἔχον, κατὰπροαίρεσιν ἔχειν. διὸ οὐδὲ λέγεται τὰ ἄψυχα ἔχειν, κατὰ τὸ τοῦ γένους σημαινόμενον. μετὰἰάμβλι-δὲ τὴν τοῦ ἔχειν τεχνολογίαν, τῆς νοερᾶς περὶ αὐτοῦ θεωρίας ἀντιλαβόμενος, αὐτὸ τοῦτο ζητεῖ πρῶτον, πόθεν ὑφίσταται, καὶ τίνα ἔχει χρείαν ἐν τῶ παντι. καὶφησ, ὅτι πολλὰ τῶν ἐνπαντί ἐστι μὴ συνυπάρχοντα, ἀλλήλοις, μηδὲ συμπεφυκότα.δυνάμενα δέ τινα ὡφέλειαν ἀπ' ἀλλήλων παραδέχεσθαι. τῆς οὖν τοῦ παντος φύσε-ως μηχανησαμένης ἐπίκτητα, καὶ τούτων τὰ ἕτερα τοῖς ἕτέροις ἐγένετο. ὥστε ἐπι-πλοκὴν εἶναι, καὶ τοῖς πόρῥωθεν ἀλλήλων διω κισμένοις, καὶ δύναμιν τῆς κτήσεως τῶνμήπω παρόντων. ωφελίμων δὲ ὄντων. οὐ γὰρ ἔδει τὴν ἐν γενέσει φερομένην πολλῶν οὖσανκαθ' αὑτὴν ἐπιδεῆ διὰ τὴν ὡς ἔσχατον μερισμὸν, ἄμοιρον αὐτὸν τελέως τῆς μέτουσι-ας ἀπολείπεσθαι. πόρον οὖν τινα ἐκτήσατο καὶ ἴσχύν εις τὴν κράτησιν τῶν ὡφελί-μων εγειρόμενον, καὶ τῶν ἐχομένων διδόντων ἑαυτὰ ἑτοίμως εἰς τὰ ἀντιλαμβανόμενα ἑαυ-τῶν. πολὺ δὲ πρὸ τῆς φύσεως ἡ τοῦ παντὸς πρώτη αἰτία τὰ γινόμενα κατευθύνει.συναρμόζουσα οἰκείως τὰ οἰκεῖα κτήματα εἰς τὴν προσήκουσαν χρῆσιν τοῖς ἔχουσι. καὶτοὺς ἔχοντας ἐπ' αὐτὴν ἀνεγείρουσα. χρείαν μὲν οὖν τῶ παντὶ τοναύτην τοῦτο τὸ γέ-νος παρέχεται, πρὸς αὐτάρκειαν τῶν ἐνδεῶν, καὶ ἕνωσιν τὴν δύνατὴν, καὶ τῶν πάντηδιεστη-κότων εἰς τὰ ὄντα προελθόν. τὴν δὲ ὅλην αὐτοῦ φύσιν φησ οἱάμβλιχος, οὐκ ἐφ' ἡμῶν καὶτοῦ ἡμετέρου σώματος ἰστάνειν χρή. εἰς στενὸν γὰρ αὐτῶ κατακλεισθησεται. ἀνωτέρω δὲἔτι, περὶ τὴν ψυχὴν τὴν ἡμετέραν καὶ τὴν φύσιν, κατὰ τὰς ἐπικτήτους καὶ μὴ συμφυεῖς πε-ρικρατήσεις τὸ ἔχειν θεωρητέον. οὐ γὰρ δὴ τῶ μὲν σώματι περίκειται ὁμοφυη πρὸςαὐτὰ σώματα. τῆ δὲ ψυχὴ πολυειδεῖς ἐχούση δυνάμεις, οὐκ ἔσονται ἐπίκτητοι τινὲς ζωαί. αἱ μὲν, ὁμοφυεῖς. αἱ δὲ, ὑποδεέστεραι τῶν οἰκείων ἐν αὐτῆ μέτρων. ἴδοι δὲ ἄντις ὁλέγωφη, καὶ ἀπὸ τῶν ἐναργῶς φαινομένων. εἰ γὰρ εἰς τὸ σῶμα κατιοῦσα προβάλλει τινὰς ζωὰςπερὶ ἑαυτν ὥσπερ ἐπικτήτους, ἄλλας δὲ ἀπὸ τοῦ σώματος παραδέχεται, ὅσαι ἐν τροπῆ καὶ ἐκστάσει θεωροῦνται, πῶς οὐκ ἄν λέγοιτο ταύτας ἔχειν, ἀλλὰ καὶ εἰς ἕκαστα μέρη τοῦ κόσ-μου παραγινομένη, ζωάς τινας καὶ δυνάμεις παραδέχεται. τὰς μὲν, αὐτῆ προβάλλου-σα. τὰς δὲ, λαμβάνουσα ἀπὸ τοῦ κόσμου. σώματά τε οἰκεῖα ἐν ἑκάστω μέρει τοῦ παντος.τὰ μὲν, ἀπὸ τοῦ κόσμου λαμβάνει. τὰ δὲ, αὐτῆ ὀργανικὰ ποιεῖ κατὰ τοὺς οἰκείους λόγους.καὶ ταύτας τὰς δυνάμεις καὶ τὰς ζωας καὶ τὰ σώματα ἀποτίθεται, ὅταν τύχη εἰς ἄλλην λῆ-ξιν μεθισταμένη. φανερὸν δὴ ἐκ τούτων γέγονεν, ὅτι ἐπίκτητα αὐτῆ ταῦτα πάντα