Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

οἱ γὰρ ἔχοντές τι, οὐ μᾶλλον καὶ ἡττον ἔχουσιν. Ετι δὲ τῆ μὲν, ἕξις ἀντιτίθεται,ὡς τῆ ἀρετῆ ἡ κακία. τῆ δὲ, οὐχ ἕξις, ἀλλὰ στέρησις. δόξειε δἂν ἐναντίον εἶναι τὸἔχειν τῶ ἔχεσθαι. καὶ ἑτέρα κατηγορία, ὡς τὸ ποιεῖν καὶ πάσχειν ἕτεραι. δεῖ δὲ εἰδέναι, ὅτι κοινῶς τοῦ ἔχειν λεγομένου, τούτου τὸ μέν ἐστιν ἔχειν εἰ δικόν. τὸ δὲ ἔχεσθαι τόδε, κοινόν ἐστιν ἡ κατηγορία ὑφ' ἣν καὶ τὰ εἰ δικῶς ἔχειν λεγόμενα. ὡς τὸὑποδέδεται, καὶ τὸ ἔχεσθαι. ὁ μωνύμως καὶ τοῦτο. ὑποδέδεται γὰρ καὶ ὁ ἄνθρω-πος, καὶ τὸ ὑπόδημα. τι δὲ καὶ τοῦτο ῥητέον, ὅτι τὸ ἔχειν ἐπί τινων ὁμωνύμωςλέγεται τὸ ἐνηργηκέναι. τὸ γὰρ ὑποδεδέσθαι καὶ τὸ ἔχειν ὑποδήματα, δηλοῖ καὶτὸ ἀνειλη φέναι, ὅπέρ ἐστι τὸ συντελικὸν τῶ ὑποδέδεται. ἀντίκειται δὲ τῶ ἔχειν,στέρησις. οἷον, γυμνός. ἀνυπόδητος. ἄνοπλος. τὸ γὰρ ἐστερῆσθαι ἐστὶ, τὸ μὴ ἔχειντοτε, ὅτε πέφυκεν ἔχειν. καὶ ὁ ἀρχύτας δέ. τὸ μέντι ἔχειν ὡς ἁπλῶς λαβων,πειράται αὐτὸ διέλεῖν. τὸ δὲ ὑπὸ τὸ ἁπλῶς ἴδιον ἔχειν, εἰς τὴν τοῦ ἔχειν κατηγο-ρίαν τάξας ὑπογράφει, ὡς φθάσαντες δεδη λώκαμεν. τῶν δὲ ἀπὸ τῆς στοᾶς ἀξιούν-των εἰς τὸ πῶς ἔχειν ἀναφέρειν τὸ ἔχειν, ὁ βοηθὸς ἐναντιοῦται. οὔτε εἰς τὸ πῶς ἔχονἡ γούμενος δεῖν, οὔτε εἰς τὰ πρός τι ἀνάγειν αὐτὸ. ἰδίαν δὲ εἶναι κατηγορίαν. εἶναιμὲν γὰρ σχετικὴν αὐτὴν. τριχῶς δὲ μάλιστα καὶ ὁ μωνύμως τὴν σχέσιν λέγεσθαι. τὴνμὲν γὰρ, εἶναι ἐν ἑαυτῶ καὶ καθ' ἑαυτὸ. τὴν δὲ, πρὸς ἕτερον. τὴν δὲ, ἑτέρου πρὸςἑαυτο. ἡ μὲν οὖν ἐν ἑαυτῶ θεωρεῖται, κατὰ τὸν πῶς ἔχοντα. οἷον ὁ προβεβλημέ-νος. σχέσις γάρ ἐστιν αὐτοῦ πρὸς ἑαυτὸν. ἡ δὲ πρὸς ἕτερον, ἡ τῶν λεγομένων πρός τι.ὁ γὰρ πατηρ καὶ ὁδεξιὸς, κατὰ σχέσιν λέγεται. οὕτην αὐτοῦ τινὸς πρὸς ἑαυτὸν,ἀλλὰ τὴν πρὸς ἕτερον. ἡ δὲ ἀφ' ἑτέρου πρὸς ἑαυτὸ, οἷα ἡ τοῦ ὡπλισμένου καὶ ὑπο-δεδεμένου. ἔστι γὰρ ἄλλου σχέσις πρὸς αὐτὸν. τῶν μὲν ὅπλων πρὸς τὸν ὡπλισμέ-νον. τῶν δὲ ὑποδημάτων, πρὸς τὸν ὑποδεδεμένον. μήποτε δέ φησιν ὁ βοηθὸς τοῦἔχειν ἐστὶ σημαινόμενα. τὸ μὲν, οἷσο δυναμεῖ τῶ ἔχειν ὁ τιοῦν, εἴτε μέρος, εἴτε χω-ρίον. ὁδὴ, καὶ τάχα ὑπὸ τῆς λέξεως καθ' αὐ τὴν προταθείσης σημαίνεται. τὰδὲ πλείω ἐκεῖνα καὶ ἕτερα, ἐν τῆ συντάξει. ὁ γὰρ ἀγρὸς προταθεὶς, ἢ ὀπατὴρ, ἢ τὸμέρος, τὴν διαφορᾶν ποιεῖ. ὑπὸ δὲ ταύτην, ἀλλην εἶναι τοῦ ἔχειν σημασίαν, τὴν ἰδιως ἐπὶ τοῦ κρατεῖν τεταγμένην. ἐὰν μὲν οὖν τὴν κατηγορίαν κατὰ τὸ πρῶτον ση-μαινόμενον τιθῆτις, καὶ τὸ φρονεῖν, καὶ τὸ σωφρονεῖν, καὶ τὸ ὑγιαίνειν, εἰς ταύτηντὴν κατηγορίαν ἀναχθήσεται. φρόνησιν γὰρ ἔχειν, τὸ φρονεῖν ἐστιν. ὑπεξεραιθήσε-ται δὲ ἀπὸ ταύτης, ἡ κατὰ τὸ ποιεῖν καὶ πάσχειν κατηγορία. διακριθήσεταιδὲ καὶ τοῦ πρός τι. ὁ μὲν γὰρ κεκτημένος, τοῦ πρός τι ἔσται. τὸ δὲ κεκτῆσθαι, τοῦἔχειν. καὶ ὁ μὲν πατὴρ, τοῦ πρός τι. τὸ δὲ πατερα εἶναι, ἐν τῶ ὑἱὸν ἔχειν. ἐὰν δὲκατὰ τὸ δέύτερον, τὰ μὲν ἄλλα τοῦ ἔχειν σημαινόμενα, εἰς τὰς ἄλλας κατηγορί-ας ἀναχθήσεται. ὅσα δὲ κατὰ κράτησιν ἐπικτήτου τινὸς, εἰς ταύτην μόνην. τοι-αὗτα μὲν οὖν καὶ τὰ τοῦ γενναίου βοηθοῦ προσιστορείσθω. εἰ δὲ καὶ διαίρεσιν τίς ἐθέ-λοι τοῦ οὕτως ἀφωρισμένου γένους ποιεῖσθαι, λεγέτω ὅτι τὰ οὕτως ἐχόμενα, ἢ