λόγον, περὶ τοῦ ἔχειν ἐμνημόνευσεν. ἢ συμπληρώσας τὸν περὶ τῶν κατηγοριῶν λόγον,ἐπειδὴ τινῶν κατὰ περιδρομὴν ἐν ἑαυτῶ ἐμνήσθη, ἐξεργάζεται καὶ ἐκεῖνα. τελευ-ταίας δὲ οὔσης τῆς τοῦ ἔχειν κατηγορίας, φροντίζων τάξεως, εἰκότως τελευταίας τοῦἔχειν ὁμωνυμίας ἐμνημόνευσεν. οὐ μόνον αὐταῖς ταῖς κατηγορίαις τὴν προσήκου-σαν ἀποδιδους τάξιν, ἀλλὰ καὶ τοῖς ἔξωθεν ἐπιλεγομένοις καὶ ἐξεργαζομένοις,τὴν αὐτὴν ἀποδιδοὺς. ἀλλ' ἄτοπον φησὶν ἀποδοκιμάζων τὸ λέγειν ἔχεσθαι γυναῖ-κα σύνηθες ὄν. ἀλλ' εἰ μὲν μὴ ἐμνήσθη, ἄτοπος ἦν παρεὶς τὸ ἐν τῶ ἔθει. ὁ δὲ μνησθεὶςκαὶ ἐπικρίνας, διαλεκτικοῦ ἔργον ἐποίησεν. ὧ μάλιστα διὰ φέρει ἡ τῆς ἀληθείαςκρίσις. ταῦτα μὲν οὖν καὶ πρὸς τὰς ἀπορίας εἰρήσθω. ἀκριβέστερον δὲ ὁ ἀριστοτέληςἐν τῶ τετάρτω τῶν μετὰ τὰ φυσικὰ τοῖς τοῦ ἔχειν σημαινομένοις ἐπεξῆλθεν.ἔχειν γάρφησι λέγεται πολλα χῶς. καὶ γὰρ κατὰ τὴν ἐν αὐτῶ φύσιν καὶ ὁρμὴν, καὶὅλως ἐνω ἡ ἀρχὴ τῆς τοῦ ἐχομένου κινήσεως. οἷον ὁ τύραννος ἔχει τὴν πόλιν. καὶὁ πυρετὸςτὸν δέ τινα, ἢ βήξ. καὶ ἐπὶ τῶν ἐναντίων. καὶ γὰρ ἡ πόλις ἔχειν τύραννονλέγεται. καὶ ὅλως ἄρχοντα. καὶ ἡ ναῦς, κυβερνήτην. καὶ ὅπαις, παιδαγωγόν. ταῦ-τα μὲν οὖν οὕτως ἔχειν λέγεται. ὅτι ἢ ἄγει κατὰ τὴν ἑαυτοῦ ἀρχὴν, ἢ ἄγεται κατὰτὴν ἐν ἐκείνω. καὶ ἔστι κατηγορίας τῆς τοῦ ποιεῖν ἢ πάσχειν. ἑτέρως δὲ ἔχειν λέγεταιἡ ὕλη τὸ εἴδος. οἷον ὁ χαλκὸς ἡ ὁ κηρὸς, τὸ σχῆμα. καὶ τὸ σῶμα, τὴν ὑγίειαν, ἢ τὸ χρῶ-μα. καὶ ὁ σωκράτης, δικαιοσύνην ἡ σωφροσύνην. ὅλως γὰρ τὸ δεκτικὸν, πολλαχως.καὶ καθ' ἕνα μὲν τρόπον ὡς εἴρηται, ἡ ὕλη τοῦ εἴδους. κατ' ἄλλον δὲ, τὸ ὡς ἐν ἀγγείω.οὕτως οἶνον λέγεται ἔχειν ὁ ἀμφορευς. καὶ ἔλαιον ἡ ληκυθος. καὶ ὄχλον τὸ βαλα-νεῖον. καὶ ἔστι τὰ μὲν, τῆς τοῦ ποιοῦ κατηγορίας. τὸ δὲ, τῆς τοῦ ποῦ. ἀγρὸν δὲ ἔχεινκαὶ ἵππον καὶ νοῦν, δοκεῖ μὲν διαφόρως λέγεσθαι. λέγεται δὲ, κατὰ τὸν πρῶτοντοῦ ἔχειν τρόπον. ὅτι γὰρ κράτουμεν καὶ κύριοι ἐσμὲν χρῆσθαι αὐτοῖς κατὰ τὴν ἑαυ-τοῦ προαίρεσιν, ἔχειν αὐτὸ λεγόμεθα. ἄλλως δὲ καὶ τὰ μέρη λεγόμεθα ἔχειν χεῖ-ρα καὶ κεφαλὴν. καὶ τὰ δένδρα τὰς ῥίζας. λεγόμεθα δὲ καὶ γυναίκα ἔχειν, καὶ πά-τέρα καὶ συγγενεῖς. καὶ ἀδελφους. εἰ καὶ τούτων ἔνια ὑπὸ τὸν πρῶτον τροπον πεσεῖαὶ αΑ ὕοται. γυναῖκα μὲν γὰρ ἔχει ὁ ἀνήρ, ὅτι ἄγει κατὰ τὴν ἑαυτοῦ ἀρχήν. γυνὴ δὲ ἄνδρα,ὅτι ἄγεται κατὰ τὴν ἐνετέρω. τούτων δὲ τὰ μὲν, εἰς τὴν οὐσίαν. τὰ δὲ, εἰς τὸ ποιεῖν καὶ πάσχειν ἀναχθήσεται. πράγματα δὲ ἔχειν τίς λέγεται, ὅτι πράττειν καὶ πρὸς ἑαυτοῖς ἐστι. λόγον δὲ ἔχειν, ὅτι φροντίζει καὶ οὐκ ὀλιγωρεῖ αὐτοῦ. ἁδὴ πάντα τοῦ ποιεῖν. ὑποδὴματα δὲ καὶ ἐσθητα, καὶ ὡς κτηματα λεγόμεθα ἔχειν. καὶ τῶ ἠμφιάσθαι καὶ τὸ ὑποδε-δέσθαι. καὶ ἔστι ταῦτα ὑπὸ τὴν τοῦ ἔχειν κατηγορίαν ἀπὸ τῆς ἕξεως. καὶ ἡ ἕξις δὲ πολλα-χῶς. μία μὲν, ἡ τὸ ἔχειν συζυγοῦσα, ὡς τὸ λαμβάνειν ἡ λήψις. ὥσπερουν τὴν λήψιν οὐλα-μβάνομεν, οὕτως οὐδὲ τὴν ἔξιν ἔχομεν. εἰ δὲ μὴ, εἰς ἄπειρον πρόεισιν. ἑτέρα δέ ἐστι διάθεσιςἐρετὴν ἕξιν, καὶ τοὺς τέχνιτὰς ἑκτικοὺς εἶναι. διαφέρουσι δὲ αὗταιμμονος, ὡς φαι. εὶ στιι ειτωτν μὲν, ἔχειν ἡμᾶς. τὴν δὲ, μή. ἔπειτα τῶ τὴν μὲν ὑπίτασιν ἐπιδέχεσθαι. δύνατν γάρ ἐστικαὶ τὸν ἑκτικὸν ἐν τῆ μελέτη ὄντα, ἐκ τικώτερον γενεσθαι. τὴν δὲ, μὴ ἐπιδέχεσθαι.
Einzelbild herunterladen
verfügbare Breiten