Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

δοκεῖ τῆς τοῦ ἔχειν γίνεσθαι κατηγορίας. ἀλλ' εἰ τὸ τὰ σωματικὰ φησὶν ὁ πλωτῖνοςἔχειν περὶ τὸ σῶμα καὶ μὴ ἀσώματον ἄλλην ποιεῖ κατηγορίαν, διατί καὶ ἐπὶ τοῦποιεῖν πολλῆς οὔσης διαφορᾶς, οὐκ ἄλλη μὲν κατηγορία γίνεται κατὰ τὸ τέμνειν,ἄλλη δὲ κατὰ τὸ κάειν, ἢ κατορύττειν, ἢ ἀποβάλλειν. ἢ ἡ μὲν τοῦ ποιεῖν ἐνέργεια μί-α ἐστὶ, καὶ ἕνα ἔχουσα λόγον. καὶ οὐδὲνδεομένη τῆς διαφόρου ὑποδοχῆς τῶν τὸ πουεῖν ὑποδεχομένων. καὶ ὁ τέμνων γὰρ καὶ ὁ κάων καὶ οἱ ἄλλοι, οὐδὲν κατὰ τὸ ποι-εῖν διαφέρουσιν. ἡμέντοι τοῦ ἔχειν κατηγορία ἐν τούτω τὴν ὅλην ἔχει ἰδιότητα ἐν τῶμὴ ἀσωματον. σῶμα δὲ εἶναι τὸ περικείμενον. ἢ οὐκ ἀπὸ τῆς τυχουσης σχέσεως χαρα-κτηρίζεται, ἀλλ' ἐκ τῆς πρὸς ἄλλο εἰς αὐτὸ κυρίως θεωρεῖται. ἀλλ' εἰ τὸ περικείμε-νον φησὶν ἱμάτιον ἄλλην κατηγορίαν ποιεῖ, δια τί μὴ καὶ τὸ κείμενον ἐπὶ κλίνηςἄλλην ποιήσει. ἢ τὸ μὲν κεῖσθαι ἱμάτιον ἐπὶ κλίνης, τῆς τοῦ κεῖσθαι ἐστὶ κατηγορίαςἢ τῆς ἐντόπω. οὐδε μίαν γὰρ ἐνέργειαν παρέχεται ἡ κλίνη εἰς τὸ ἔχειν. ἕξιν γὰρ καὶκράτησιν ἐμφαίνει τινὰ, ἡ τοῦ ἔχειν κατηγορία. ἀλλὰ σωμάτων ἐπικτήτων. εἰ δὲτοῦτο ἀληθὲς, ἐπὶ μόνων τῶν ἐμψύχων τὸ ἔχειν ἐπαληθεύεται. ὥστε κᾶν ἀγάλ-ματικόσμος περίκειται, ὡς μὲν ἄψυχον, οὐκ ἂν λέγοι το ἔχειν τὸ ἄγαλμα, ἀλλὰκεῖσθαι ἐν τῶ ἀγάλματι ὁ κόσμος. εἰ δὲ ὡς ἔμψυχόντι θεωροῖτο, κατὰ τὴν πρὸς τὸἔμψυχον ἀναφοραν, ἔχειν ἂν λέγοιτο τὸν κόσμόν. ἀλλ' εἰ κατὰ τὴν καθ' ἕξιν τὸ ἔχεινχαρακτηρίζεται, εἰς ἕξιν ἀναχθήσεται φησίν. ἡ δὲ ἕξις, ἐν τῆ ποιότητι. ἢ ὁμώνυμοςαὕτη ἡ ἕξις. ἡ μὲν γὰρ, ἦν σωμάτων συνοχή. αὕτη δὲ, ἐπικτήτων σωμάτων κράτη-σις. καὶ ἡ μὲν τοῦ ἔχειν, δι' ἐνεργείας τῶν ἔχόντων παραγίνεται. ἡ δὲ ποιοτήτων, οὐδι'ἐνεργείας οὔτε τῶν μετεχομένων, οὔτε τῶν μεταλαμβανόντων. διαφέρουσι δὲ καὶκατὰ τὰ ἐχόμενα. ὅτι ἐκεῖ μὲν ἀσωματά ἐστιν. ἐνταῦθα δὲ, σώματα. καὶ κατὰ τὰἔχοντα. ὅτι ἐκεῖ μὲν, ἐν τῆ οὐσία. ἐνταῦθα δὲ, περὶ τὴν οὐσίαν ἔξωθεν. ἀλλ' εἰ ποιό-τητα φησὶν οὐδεῖ λέγειν ἔχειν, ὅτι ἤδη ποιότης εἴρηται, οὔτε ποσότητα ἔχειν εἰρημένης ποσότητος, οὐδὲ μέρη ἔχειν εἰρημένης οὐσίας, δια τί τὸ ὅπλα ἔχειν, ἄλληςδεῖ λέγειν κατηγορίας. καίτοι εἰρημένης οὐσίας, ἐν ἡ τὰ ὅπλα. ἢ ὅτι οὐ τὰ ὅπλα ἢτὰ ὑποδήματα καθ' αὑ τὰ εἴρηται εἶναι τῆς τοῦ ἔχειν κατηγορίας. οὐδὲ ἡ κτῆσιςαὐτῶν, εἴ τις κεκτημένος αὐτὰ, χρῆσιν αὐτῶν μὴ ποιήσαιτο, ἀλλ' ἡ κράτησις αὐτῶν,καὶ ἡ ἐκ τοῦ ἔχειν αὐτὰ λεγομένη ἕξις, αὐτὴ ποιεῖ τὴν τοῦ ἔχειν κατηγορίαν. ἄλ-λοδὲ ἦν τὸ ποιότητα ἔχειν καὶ ποσότητα, ἄλλο τὸ ὅπλα ἔχειν καὶ ὑποδήματα.ἐκεῖ μὲν γὰρ ἀσωμάτων ἡ ἕξις. ἐνταῦθα δὲ, σωματικῶν. καὶ ἐκεῖ μὲν ἀλλοιωτικά-ἐστι τῶν μετεχόντων τὰ μετεχόμενα. ἐνταῦθα δὲ περίκειται μόνον. ἀλλὰ τὸ ἐν ὀ-λίγοις φησὶ, πῶς γένος. ἢ ὅτι ἐν τοῖς ἐσχάτοις ἐστὶ τοῦτο τὸ γένος. καὶ περὶ τὰ σώμα-τα. καὶ ἐν τοῖς σώμασιν ὑπάρχει. καὶ διατοῦτο εἰς βραχύτατον συνέσταλται. καὶδιὰ τοῦτο οὐκ ἄν εἴἡ γενος. καὶ γὰρ ὁ φοίνιξ εῖς ὧν, τὸ εἶδος ὅλον ἔχει ἐν ἑαυτῶ. ἀλλὰδια τί οὐ συνήψε τὸν περὶ τ τοῦ ἔχειν λόγον ταῖς ἄλλαις κατηγορίαις, ἀλλ' ὥσπερ ἐκμετανοίας μετὰ τὸν περὶ τῶν ἀντικειμένων, καὶ περὶ τῶν ἅμα, καὶ περικινήσεως