σοῦ. καὶ τὸ τρίτον δὲ καὶ τὸ τέταρτον, καὶ τὸ ἕβδομον, τοῦ ἔχειν σημαινόμενον, σαφῶς ἕκα-στόν ἐστιν ἐν τῆ τοῦ πρός τι κατηγορία. καὶ γὰρ τὸ ἱμάτιον φησ ἔχειν, καὶ δακτύλιον ἔχειν,ἰσόν ἐστι τῶ οἰκίαν ἔχειν καὶ κεκτῆσθαι. καὶ ἔστι τῶν πρός τι. τὸ γρκτῆμα, τοῦ κτήτορος. καὶὁ κτήτωρ, τοῦ κτήματος. καὶ τὸ πέμπτον δὲ, τοῦτεστι τὸ μόριον ἔχειν, οὐκ ἄδηλον ὅτικαὶ τῶν πρός τι ἐστὶν, εἴπερ μέρος πρὸς ὅλον. καὶ ἄλλως τῆς κατὰ τὴν οὐσίαν ἐστὶ κατηγορίας.ἐὰν γὰρ μεταλαβων εἴπης τί ἐστι τὸ ἔχειν πόδας καὶ χεῖρας, ἐρεῖς κατὰ τὴν ἀκριβῆ λογον.κᾶν ἀσύνηθες ἡ τὸ πεπεδῶσθαι καὶ κεχειριδῶσθαι. καὶ κοινῶς τοῦ οὐσιῶσθαι, ἄἤθες ὂν καὶτοῦτο. διαλεκτικοῖς δὲ οὐχούτως συνηθείας ὡς ἀκριβείας μέλει. ἡ μαρτενοῦν φησιμὴἀποκρίνας τὰ ἄλλα σημαινόμενα, ὡς εἰδείημεν τίς ποτέ ἐστιν ἡ τοῦ ἔχειν κατηγορία.πρὸς δὴ τοῦτο φησ ἰάμβλιχος, ὅτι δια τοῦτο ἐν τῶ τέλει διέκρινε τὰ τοῦ ἔχειν σημαινόμενα, ἵνα αὐτὰ χωρίση τῆς τοῦ ἔχειν κατηγορίας. ἐν μὲν ἀρχῆ καὶ ἐν μέσω, ὅτε περὶ τῶνἕξ ἅμα γενῶν ἔλεγε, διὰ τῶν παραδειγμάτων ἐδήλωσε. καὶ γὰρ συνηθες τοῖς διαλεκτι-κοῖς, τὸ ἀφορίσαι τι παράδειγμα, ὡς τὰ τούτω μὴ ὄντα παραπλήσια ἀποκρίνεσθαι.οἱ γοῦν ἐκ τῆς ἀκαδημίας ὁρισάμενοι τὸ ἑκτὸν, τὸ οἷόντε ἔχεσθαι πρὸς τοὺς ζητοῦντας,κατὰ τίὶ τοῦ ἔχειν σημαινόμενον λέγουσιν. ἐπειδὴ πολλαχῶς τὸ ἔχειν, ὡς καὶ ἀριστοτέληςδιώρισε. πρὸς τούτους οὖν παράδειγμα ἐπήγον ἐκτὸν λέγοντες εἶναι, ὁοἷόντε ἔχεσθαι οὕτως, ὡς ἡ φρόνησις ἔχεται ὑπὸ τοῦ φρονίμου, διὰ τοῦ παραδείγματος τὴν ὑπο-γραφὴν ποιούμενοι, καὶ ἅμα τὰ ἀλλότρια σημαινόμενα τοῦ ἔχειν ἀποκρίνοντες. καὶ ὁἀριστοτέλης οὖν, ὅταν τοῦ ἔχειν πολλαχῶς λεγομένου, τοοῦτον τὸ κατὰ γένος ἔχεινὑπολαμβάνει, οἷο τὸ ὑποδεδέσθαι καὶ ὧπλισθαι, διὰ τοῦ παραδείγματος παντὸ ἄλλο πλῆθὸς τῶν ὁμωνύμως λεγομένων ἀπεσκευάσατο. καὶ γὰρ χωρίζεται ἀπὸ κτημάτων. οὐ γὰρ περικεί-μεθα ἐκεῖνα. καὶ ἀπὸ τῶν ἕξεων καὶ τῆς ποσότητος. συμβεβήκασι γὰρ αὗται, καὶ ἅμα εἰσὶνἀσώματοι. χωρίζεται δὲ καὶ τῶν ὡς μορίων ἐχομένων. ὅτι ἐκεῖνα μέν ἐστι συμφυή. ταῦτα δὲ,ἐπίκτητα. καὶ ἔτι τῶν ὡςκτημάτων. ὅτι πάντη ἔξωθεν ταῦτα, καὶ οὐ περικείμενα. χωρίζεταιδὲ καὶ τῶν ἐν ἀγγείω. ὅτι ἐκεῖνα ἁπλῶς κεῖται ὡς ἐντόπω. μόνα δέ ἐστιν ἐν τοῖς ἀπηρι-θμημένοις τῆς τοῦ ἔχειν κατηγορίας, τό, τετρίτον καὶ τὸ τέταρτον. τὸ μὲν ἰμάτιονἔχειν, κατὰ τὸ ἐν ὅλω τῶ σωματι. τὸ δὲ δακτύλιον, κατὰ τὸ ἐν μέρει. καὶ δῆλον ὅτι εὐσύνοπταταῦτα ἦν, διὰ τὴν πρὸς τὸ ὡπλίσθαι καὶ ὑποδεδέσθαι ὁμοιότητα. ἅπερ τῆς τοῦ ἔχεινκατηγορίας ὁ ἀριστοτέλης παραδείγματα προεβάλετο. μάτην οὖν ὁ νικόστρατος ἐγ-καλεῖ, ὡς ἐν τοῖς τοῦ ἔχειν σημαινομένοις μὴ ἀποκρίνοντι τὸ κατὰ τὸ γένος ἔχειν, εἰ μὴἄρα ὅτι μὴ προσέθηκεν ὁ ἀριστοτέλης τῶ τρίτω καὶ τετάρτω, ὅτι ταῦτά ἐστι κατὰ τὸ γέ-νος. τὰ δὲ ἄλλα, ἐκτὸς ἀποβλητέον. ἀλλ' οὐκ εἰσὶν αἱτοιαῦται προσθῆκαι συνήθεις τῆἀριστοτελικὴ συντομία. τὸ δὲ καὶ ἐν μέσωθεῖναι τὰ τῆς κατηγορίας σημαινόμενα,γυμνάζοντος ἦν ὡς οἶμαι τοὺς ἐντευξομένους πρὸς ἀγχίνοιαν. ὁ μέντοι νικόστρατος,ὑπὸ τὰ πρός τι καὶ τὸ τρίτον καὶ τὸ τέ ταρτον ἀνάγων, συγκρύπτει τὴν ἀλήθει-αν. κᾶν γὰρ κτήματά ἐστι τὰ μάτια καὶ ὁ δακτύλιος, ἀλλὰ κατάγε τὴν περὶ θέ-σιν καὶ τὸ ἔχεσθαι προχείρως διαφέροντα τῶν ἄλλων κτημάτων, ὡς καὶ τῶ πλάτωνιΣαὶ δ
Einzelbild herunterladen
verfügbare Breiten