Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

γὰς νοήσεις, καὶ τοῦ νῦν πρὸς τὸ ἐν ἑνὶμόνον. ἀπεικάσθη δὲ καὶ τὸ περιεκτικὸνπρὸς ἅμα, καὶ ἀεὶ ἐν ἑαυτῶ περιέχον. καὶ τὸ τούτου κινούμενον, πρὸς τὸ ἐκείνουἑστηκός. καὶ τὸ κατ' ἀριθμὸν τῆς γενέσεως μέτρον, πρὸς τὸ καθ' ἓν τῶν οὐσιῶν. ἐπιστῆ-σαι δὲ ἄξιον, ὅτι καὶ πλάτων κινουμένην κατ' ἀριθμὸν εἰκόνα τοῦ αἰῶνος εἶπε τὸνχρόνον, ὡς μονάδος τοῦ αἰῶνος ἀριθμὸν τὸν χρόνον θεασάμενος. καὶ μήποτε καὶ τὸῦἀρχύτειον αὐτὸ φυέστερον οὕτως ἀκούειν, ὅτι ἔστι κινήσεώς τινος ἀριθμός. οὐχ ὡς ἀλλον μὲν χρόνον τῆς κινήσεως δηλούσης, ἄλλον δὲ τοῦ ἀριθμοῦ, ἀλλ' ὡς ἐπὶ τοῦ αὐτοῦπάντων ῥηθέντων. ὡς γὰρ αἰὼν μονίμως τὸ ἐνεἴχε, καὶ οὐκ ἄλλος μὲν αίὼν ἦν κατὰτὸ ἕστὼς, ἄλλος δὲ κατὰ τὸ ἓν, οὕτω καὶ χρόνος. καὶ ἐν τῆ ψυχὴ πρώτως ὑποστὰς, καὶ ἀπ' ἐκείνου προελθὼν εἰς τὴν γένεσιν ἀριθμὸς ἦν ἐν κινήσει. δὲ αὐτὸς καὶ διάστη-μα τῆς τοῦ παντὸς φύσεως ἦν. ὡς γὰρ αἰων τῶ ὄντι συνυπήρχε κατὰ τὴν ἀμέριστοναὐτοῦ καὶ ἀκίνητον ὁμοῦ ὅλην οὐσίαν θεωρούμενος, οὕτως χρόνος τῶ γένει τῶ παν-τὶ συνυπέστη, κατὰ τὴν κινουμένην καὶ ἀεὶ ἄλλοτε ἄλλην διάστασιν τῆς γενέσεως θεω-ρούμενος. καὶ ἐκεῖνο δὲ ἄξιον ἐπιστῆσαι, εἰ ἐν ψυχὴ πρώτως χρόνος ὑπέστη, ἀπὸτῆ ψυχής. εἰ γὰρ μέση τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας ἐστιν ψυχὴ, καὶ μέτρον ἀν ἔχοισυμφυὲς τὸ μέσον αἰῶνος τε καὶ χρόνου κατ' οὐσίαν ταύτη συνυφεστηκὸς, καὶ ἀπ'ἐκείνου προσεχῶς χρόνος κυρίως, ἐν τοῖς κυρίως γέννητοῖς ὑφίσταται. ἀλλὰ τοῦτομὲν καὶ αὐθις ζητεισθω. τὴν δὲ χρείαν ἡνοχρόνος τῶ παντὶ παρέχεται, δικαιον ἂνεἴη προσθεῖναι. ὡς γὰρ τὸ ὄνδιὰ τὸν αἰῶνα ἄμα, ὅλον ἐστιν ἐν ἑνὶ συνηρημένον, οὕτως γένεσις διὰ τὸν χρόνον ἐν τάξει διακέκριται. καὶ εἴπερ μὴ ἦν χρόνος, σύγχυσις ἂνἦν καὶ τῶν γενέσεων καὶ τῶν πράξεων, ὡς συγκεχύσθαι τοῖς ἐπὶ τῶν τρωικῶν τὰ νῦν.ἀλλὰ πῶς τὸ σαύτην ἔχοντος δύναμιν τοῦ χρόνου, ἀρχύτας ἤτοι τὸ παράπαν οὐκ εἶ-ναι φησὶν αὐτὸν, ἀμυδρὸν καὶ μόλις εἶναι, ὅτι ὡς πρὸς τὰ κυρίως καὶ ἀληθῶςὄντα παραβάλλων αὐτὸν, ταύτην αὐτοῦ τὴν μοῖραν κατεψηφίσατο. διότι ἐν τῶ γί-νεσθαι τὸ εἶναι ἔχει. καὶ τὸ μὲν παρεληλυθὸς, οὐκέτι ἐστι. τὸ δὲ μέλλον, οὐδέπω. τὸ δὲνῦν, ἀμερὲς καὶ ἀδιαίρετον. πῶς οὐν ἄν φησιν ὑπάρχοι τοῦτο, οὐχ ἁπλῶς, ἀλλὰ κατὰἀλήθειαν. οὐ γὰρ προσήκει τὸ ὄντως εἶναι τῶ χρόνω, ὥσπερ οὐδὲ τῆ γενέσει. δοκεῖ δὲκαὶ τῶν ἄλλων συνεχῶν ἀμὲν ηνοτέραν αὐτῶ διδόναι τὴν ὑπόστασιν ἀρχύτας. διό-τιγράμμῆς μὲν καὶ ἐπιφανείας καὶ τόπου τὰ μέρη ὑφέστηκεν ὁμου. τοῦ δὲχρόνου τὸ μὲν, ἔφθαρται. τὸ δὲ, οὔπω ἐστι. μήποτε δὲ καὶ τὰ ὑφεστάναι δοκοῦντα, εἴπερ γεννητά ἐστι καὶ ἀεὶῥέοντα τῶ εἴδειτὰ αὐτὰ ὑφέστηκεν, ἀλλ' οὐ τῶ ἀριθμῶ, ὥσπερ καὶ τὸλειτινῦν τοῦ χρόνου. καὶ περιμτν ποτε, τοσαῦτα.μεταβαίνειν δὲ λοιπὸν ἐπὶτὰ ἑξῆς καί-ρος ὄν,