ἐνστηκὼς παρώχηκε, δεῖται διορισμοῦ φησι τὰ τοιαῦτα πρὸς τὴν τελείαν σαφή-νειαν. καὶ ῥητέον αὐτὸν ἅπλντα χρόνον, καὶ οὐ τὸν αὐτὸν. ὥσπερ καὶ τὸ νῦν. κατὰμὲν γὰρ τὴν οὐσίαν καὶ τὸ εἴδος, ἐν καὶ ταυτόν. καθὸ δὲ διαιρεῖ τὸ παρεληλυθὸς καὶτὸ μέλον, πολλὰ καὶ ἕτερα. ὥσπερ καὶ αἱστιγμαὶ σχεδόντιπασαι, μία. τῆ θέσειδὲ καὶ τῆ διαιρέσει, πλείους καὶ οὐχὶ αὐταί. εἰ γὰρ διαιροῦσαν ἐννοῦ μὲν τὴν στιγμὴν, δύο.γίνονται ἡμία. ἡ μὲν, ὡς ἔσχατον. ἡ δὲ, ὡς πρῶτον. καὶ οὕτως ἀεὶ συνάπτει καὶ συνέχει τὴν ὅλονχρόνον ἐν ἑαυτῶ τὸνυν, ἕτερον καὶ ἕτερον τῆ διαιρέσει γινόμενον. τῶ δὲ εἴδει, τὸ αὐτὸμένον. κᾶν γίνεσθαι οὐν καὶ φθείρεσθαι λέγοιτο νῦν, οὐκ αὐτοῦ τοῦ νὖν τὴν γένεσιν καὶφθορὰν ἀκούστέον, ἀλλὰ τῶν μετεχόντων αὐτοῦ, ἢ οὐ μετεχόντων. τὸ μὲν γὰρ συνέ-χειν καὶ συνάπτειν, οὐκ ἄλλου τινός ἐστιν, ἢ τοῦ ἀμεροῦς. τὸ δὲ ἄλλο καὶ ἄλλο γίνεσθαι καὶφθείρεσθαι, καὶ τὸ ἀεὶρεῖν, τῆς ἐν τῆ γενέσει μέτουσίας τοῦ νῦν ἐστιν οἰκειότατον.πῶς οὖν τὸ αὐτὸ καὶ ἄλλο καὶ ἄλλο γίνεται. καὶ μένει τὸ αὐτὸ κατ' εἴδος, καὶ διαιρεῖταικαὶ ἔστιν ἀδιαίρετον. καὶ ἀλλοιοῦται. καὶ ἐν ἑνὶ τὸ πέρας καὶ τὴν ἀρχὴν συνείληφεν.ἢ ὅτι ἄλλο μὲν ἦν τὸ ἐν τῆ φύσειμετεχόμενον νῦν, καὶ ἀχώριστον ὄν τῶν γινομένων, ἄἀλ-λοδὲ τὸ χωριστὸν καὶ καθ' ἑαυτο. καὶ τὸ μὲν, ἐν εἴδει τῶ αὐτῶ ἔστηκεν ὡσαύτως. τὸ δὲ,ἐνφορὰ συνεχεῖ θεωρεῖται. ἐπεὶ δὲ τὰ δύο ταῦτα ὁμου συνείληπται ἐν τῆ τοῦ νῦνἀρχὴ τῆ συνεχούση τὸν χρόνον, πάνυ σαφῶς διὰ τοῦτο. γραμμῆς εὐθείας κλασθείσηςεἰς γωνίαν, σημείω περιὸ ἡ κλάσις, ἀπεικασε τοῦ χρόνου τὸ νῦν. ὥσπερ γὰρ τὸ σημεῖ-ον ῆς μὲν ἀρχὴ γίνεται γραμμῆς, ἢς δὲ περὰς, οὕτω καὶ τὸ νῦν τὴν ἀρχὴν καὶ τὸ τέ-λος τοῦ χρόνου παντὸς ἐν ἑαυτῶ συνείληφεν. οὐχ ὡς συμβεβηκός τι, ἀλλ' ὡς συνέ-χον αὐτὸ, καὶ τὴν αὐτοῦ ἐν ἑαυτῶ περιέχον καὶ περιεχόμενον ἐξ ἑαυτοῦ. οὐ τοίνυν ὡςμὴ ὄντος τοῦ νῦν ἐξηγεῖσθαι χρή. τὸ γὰρ κατ' εἴδος ἓν αὐτοῦ μένει τὸ αὐτὸ. ὅπερ κυ-ριώτερόν ἐστι τῆς κατ' ἀριθμὸν ἑτερότητος. ἀλλὰ συνάπτειν φησὶ τὰ πέρατα τῶνμὴ ὄντων. ἀλλὰ οὐκ ἐν τοῖς μὴ οὔσιφαμὲν διαπεφόρηται. ἐν ἑαυτῶ δὲ καὶ τὰ μὴ ὄντασυνεχῆ. καὶ καθ' ἑαυτό ἐστιν ἔχον τινὰ ἰδιαν οὐσίαν. συνεχῆς δέ ἐστιν ὁ χρόνος. οὐ μέν-τοι διὰ πέρατὸς ἀεὶ γινομένου καὶ ἀπολλυμένου συνέχεται. ἔστηκε γὰρ τοῦτο ἐντῶ οἰκείω εἴδει, ἶνα καὶ ὄντως ἡ συνεχῆς, καὶ ἀεὶ συνέχηται. περὶ ἄλλο δὲ νῦν θεωρεῖται τὸ κατ' ἀριθμὸν ἄλλο καὶ ἄλλο γινόμενον. ὅπερ ἤδη θέσιν προσείληφε, καὶ συν-ταξιν ἔχει πρὸς τὰ γινόμενα. ὅθεν δὴ, εἰ μὲν τὸ νῦν λαμβάνοι τίς, ὡς μέρος χρόν ελήψεται αὐτο, ὡς συμφυὲς ὂν πρὸς τὴν κίνησιν. εἰ μέντοι μὴ δὲ χρόνον αὐτὸ εἶναιἀποφαίνοιτο, ὥσπερ ἤδη τινὲς περὶ αὐτοῦ διέγνωσαν, ἀρχή ἔσται τοῦ χρόνου χωριστή.καὶ τῶ εἴδει ἡ αὐτὴ διαμένει. καὶ ὅταν οὖν λέγηται τὸ μὲν παρεληλυθὸς τοῦ χρόνουοὐκέτι εἶναι, τὸ δὲ μέλλον οὔπω εἶναι, Ιστέον ὡς ταῦτα κατὰ τὰ νῦν λέγεται, τὰ προῖὄντα ἔξω καὶ συμφερόμενα τῆ κινήσει, καὶ μετὰ τῆς φορᾶς συναλλοιούμενα. τὰ δὲ ἐντῶ νῦν περὶ εχόμενα καὶ ἀφωρισμένα ἐν ἑαυτῶ, καὶ μηδέποτε ἐξιστάμενα τῆς οἰκεί-ας ἀρχῆς, ταῦτα ἐν τῶ νῦν ἀεὶ διαμένει. ὅθεν δη καὶ εἰκότως αἰῶνος εἰκὼν κινητὴ ὁχρόνος ἀφώρισται, ὡς τῆς ψυχῆς πρὸς τὸν νοῦν ἀπεικασθείσης, καὶ τῶν λόγων αὐτῆς
Einzelbild herunterladen
verfügbare Breiten