Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

εὶ τῖφωνεῖ δὲ πρὸς τὸ αὐτὸ, καὶ ἡ τῶν ἔτι παλαιοτέρων δόξα. οἱ μὲν γό, ὥσπερ καὶ τουνομαδηλοῖς, χορεία τινὶ τῆς ψυχῆς περὶ τὸν νοῦν. οἱ δὲ, ταῖς τῆς ψυχῆς καὶ τοῦ νοῦ αὐτοῦπεριόδοις. οἱ δὲ, τῆ φυσικῆ περὶ τὸν νοῦν χορεία. οἱ δὲ, ταῖς ἐγκυκλίοις περιφοραῖς τοῦ χρόνον ἀφωρίζοντο. ἅπερ πάντα περιείληφεν ἡ πυθαγόρειος αἵρεσις. τὸ γὰρ καθόλο διάστῆμα τῆς τοῦ πάντος φύσεως, πάσας τὰς φύσεις τοῦ παντὸς καθόλου περιείλη-φε. καὶ δι' ὅλων αὐτὸ διήκει παντελῶς. τόν τε χρόνον ἄνωθεν ἀρχόμενον, ἀπὸ τῶνπρώτων λόγων μέχρι τινος διήκοντα ἀφωρίσατο. ὡς κατὰ τὴν μετάβασιν καὶ κίνησιν τοῦὅλων λόγων καθόλου τὸ διάστημα ἀφορίζοντα. ὡς γὰρ ἐπὶ τῶν ἐν γένεσι τοῦτι τὸ νῦν,παρὰ τὸ πρόσθεν νῦν, καὶ αὕτη ἡ κίνησις παρὰ τὴν πρώτην κίνησιν, μεταβολὴν ἐπιδεικνύουσιν, οὗτω πολὺ πρότερον καὶ ἀρχηγικώτερον ἐπὶ τῆς οὐσίας τῶν ὅλων φυσικῶνλόγων προυπάρχον θεωρεῖται. καὶ κυρίως συμπληροῖ τὸ διάστημα τοῦ πρεσβυτά-του πάντων χρόνου. ἀλλὰ νῦν μὲν ὡς δύο ὁρισμοὺς τοῦ χρόνου τούτους ὁ λόγος ἐξηγήσα-τὸ. δεῖ δὲ εἰς ἐν συναγαγειν ἀμφοτέρους. οὕτως γὰρ ἡ ὅλη φύσις τοῦ χρόνου θεωρηθήσεται.τῆς γὰρ αὐτοκινήτου κινήσεως ὡς μονάδος χρονικῆς ἀριθμὸς ὧν ὁ γενεσι θργὸς χρόνος,διάστημά ἐστι τῶν φυσικῶν λόγων. οὐτὸ κατὰ τὸν ὄγκον, οὔτε τὸ κατὰ τὴν κίνησιν ἁπλῶς τὴνἐκ τὸς, ἀλλὰ τὸ διάστημα τὸ κατὰ τὴν προυπάρχουσαν τῆς κινήσεως τάξιν ἐν ἡ τὸ πρό-τερον καὶ ὕστερον προδιατεταγμένα, καὶ ταῖς πράξεσι καὶ ταῖς κινήσεσι τὴν τάξιν πα-ρέχεται. οὐ γὰρ οἷόντε τὸ πρότερον καὶ δεύτερον τῶν πραγμάτων συλλογίζεσθαιμὴ προυφεστῶτος τοῦ χρόνου καθ' ἑαυτὸν, εἰς ν καὶ ἡ τῶν πράξεων τάξις ἀναφέρεται.ἀλλὰ περι μὲν τῆς οὐσίας τοῦ χρόνου, τοσαῦτα. τὸ δὲ ἰδιον αὐτου, διὰ πλειόνων ἀρχύταςπαραδέδωκε. καὶ οὐδὲνατοπὸν καὶ διὰ τὴν τῶν πυθαγορικῶν συγγραμμάτων σπάνιν, ὅληναὐτοῦ τὴν περὶ τούτου παραθεσθαι λέξιν. τὸ δὲ ποκὰ καὶ ὁ χρόνος καθόλου μὲν ἰδιονἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον. τὸ γὰρ νῦν ἀμερὲς λεγόμενον, ἅμα νοούμενον καὶλεγόμενον παρελήλυθέ, καὶ οὐκ ἔστι παραμένον. γινόμενον γὰρ συνεχῶς, τὸ αὐτὸ μὲνοὐδέπόκα σώζεται κατ' ἀριθμὸν. κατὰ μέντοι γε τὸ εἴδος. ὁ γὰρ ἐνέστως νῦν χρόνοςκαὶ ὁ μέλων, οὐκ ἔστιν ὁ αὐτὸς τῶ προγεγονότι. ὁ μὲν γὰρ, ἀπογέγονε, καὶ οὐκέτι ἐστιν.ὁ δὲ, ἅμα νοούμενος καὶ ἐνεστακως, παρώχηκε. καὶ οὕτως ἀεὶ συνάπτει τὸ νῦνσυιχῶς, ἄλλο καὶ ἄλλο γινόμενόντε καὶ φθειρόμενον. κατὰ μέντοιγε τὸ εἴδος τὸ αὐτὸ. πᾶν γὰρτὸ νῦν, ἀμερὲς καὶ ἀδιαίρετον. καὶ πέρας μὲν ἐστι τῶ προγεγονότι. ἀρχὰ δὲ τῶ μέλον τι.ὥσπερ καὶ γραμμᾶς εὐθείας κλασθείσας τὸ σαμεῖον περὶ ὁ ἀκλάσις, ἀρχὰ μὲν γίνεται τὰςἑτέρας γραμμᾶς. πέρὰς δὲ τὰς ἑτέρας συνεχῆς δὲ ὁ χρόνος καὶ οὐ διωριςμενος. ὥσπερ ἀριθ'ἡμὸς καὶ λόγος καὶ ἁρμονία. τῶδὲ λόγω τὰς συλλαοας, τὰ μόρια. ταῦτα δὲ διωρισμέἵνα. καὶ τὰς ἁρμονίας, τοὶ φθόγγοι. καὶ τῶ ἀριθμῶ, ταὶ μονάδες. γραμμα δὲ καὶ χωρίον καὶ τόἥπος, συνεχες. τὰ γὰρ μόρια τούτων, κοινα τμάματα ποιει διερευμένα. τέμνεται γὰρ γραμ-ἥμα μὲν, κατὰ στιγμᾶν. ἐπίπεδον δὲ, κατὰ γραμμᾶν. στερεὸν δὲ, κατὰ ἐπίπεδον. ἔστιν ὧν καὶ ὁ χρόνος συνεχής. οὐ γὰρ ἦν πόκα φύσις, ὅποκαχρόνος. οὐδὲ κίνασις, ὁπόκατονῦν οὐ παρῆς. ἀλλ'ἀεὶ ἦν καὶ ἔσται καὶ οὐδέποκα ἐπιλείψει τὸν ῦν, ἄλλο καὶ ἄλλογινόμενον. καὶ ἀριθμῶ μὲν ἄτερον. εἴ