Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

νων, οὔτε ἐν τοῖς πρώτοις γένεσιν ἀφορίζεσθαι ἄξιος, ἀλλ' ἐμφαίνει πάντως διατοῦτο κὶνησιν ἀρχοειδὴ, καὶ ταῖς ἄλλαις κινήσεσι τοῦ εἶναι αἰτίαν. καὶ γὰρ εἰώθασι πανταχοῦπροτάττειν τὰ καθ' ἓν εἶδος προυπάρχοντα, καὶ ὁ μωνύμως τῶν μεθ' ἑαυτὰ κατηγορούμενα. οἷον τὸν λόγον αὐτὸν τοῦ ἀνθρώπου, τῶν πολλῶν ἀνθρώπων. οὕτως οὐν καὶἐνταῦθα, μίαν κίνησιν προτάττει τῶν πολλῶν κινήσεων αἰτίαν. ἣν αὐτοκίνητον ἔδεικατὰ πλάτωνα, ἢ ἀκίνητον κατὰ ἀριστοτέλην πάντως εἶναι, ἀρχὴν οὖσαν κινήσεων. ὥστεἔοικε διὰ τούτων, τὴν οὐσιώδη τῆς ψυχῆς κίνησιν ἐμφαίνειν, καὶ τὴν τῶν κατ' οὐσίαν ὑπαρχόντων αὐτῆ λόγων προβολὴν καὶ μετάβασιν ἀπ' ἄλλων εἰς ἄλλους. ταύτην γὰρ μίαν καὶτινὰ κίνησιν τῶ χρόνω φησὶ προσήκειν. ἀριθμὸν δὲ αὐτῆς λέγει, τὴν ἤδη γένεσιουργόν,καὶ προιόντα εἰς ποίησιν τῶν ἐν τῶ κόσμω. ὅστις διεξόδους ἢ μεταβάσεις ποιεῖταιἀεὶ, κατὰ τὰς προσβολὰς τῶν φυομένων ἐξ αὐτοῦ. ς καὶ ἐναργής ἐστι χρόνος. οὗτος δὴ οὐ πο-λὺ διέστηκε τοῦ παρὰ ἀριστοτέλους λεγομένου ἀριθμοῦ. ἐκεῖνος μὲν γὰρ μέτρον αὐτὸν τοῦσυνεχοῦς ἔξωθεν ἐπιγινόμενον θεωρεῖ. οὗτος δὲ, μέτρον αὐτῆς ποιεῖται τῆς κινήσεως αὐ-τοφυες, καὶ οὐκ ἔξωθεν ὥσπερ ἐκεῖνος. καὶ ἔοικε φησὶν ἰάμβλιχος ἀπὸ τῆς πυθαγορικῆςπαραδόσεως ἡ περιπατητικὴ δόξα παρατετράφθαι. τὸ δὲ αἰτιον, ὅτι περὶ τοῦ ἀριθμοῦκαὶ τῆς κινήσεως, οὐ τὴν αὐτὴν ἔσχον οἱ νεώτεροι πρὸς τοὺς παλαιοὺς γνώμην, ἀλλ' οἱμὲν, συμβεβηκότα αὐτὰ νομίζουσι, καὶ ἔξωθεν ἐπείσακτα θεωροῦσιν. οἱ δὲ, ὡς οὐσιώδὴ νοῦσιν. ἐκεῖνο μέντοι θαυμάζω τῆς ἀριστοτέλους ἀγχινοίας, πῶς καὶ αὐτὸς αἰτίαντοῦ χρόνου προσεχῆ τὴν ψυχὴν ἔθετο. ζητήσας γὰρ τί τὸ ἀριθμοποιοῦν τὴν ψυχὴν, εἶ-πε. εἰ γὰρ πάσης κινήσεως ἀρχὴ καὶ αἰτία ἡ ψυχὴ, εἴτε ὡς αὐτοκίνητος κατὰ πλάτωνα,εἴτε ὡς ἀκίνητος κατὰ ἀριστοτέλην, εἴη ἂν εἰκότως καὶ τῆς χρονικῆς κινήσεως αἰτία. ἀλλ'εἰ τὸν ἀριθμὸν ἀρχύτὰς τὸν γένεσιουργον χρόνον εἶναι φησι τὸν προίόντα ἀπὸ τῆς-τς ψυχικῆς κινήσεως ὡς μονάδος, δῆλον ὅτι καὶ τὴν κίνησιν ἐκείνην, ὡς χρόνου μονάδα.ἀπ' αὐτῆς προϊοῦσαν,ἐθεάσατο. καὶ ἔοικε τὴν πρώτην κίνησιν τήντε ἐν τῆ ψυχῆ,τὴν χρόνον θέσθαι. περὶ ἣν ἡ ἄλλη πᾶσα κίνησις συνέχεται καὶ τέτακται καὶ μεμέτρηταί.τὸ γὰρ μέτρον, καὶ συνδιεστάναι δεῖ τῶ μετρουμένω, καὶ ἀρχοειδέστερον αὐτοῦ εἶναι.καὶ οἱστωϊκοὶ δὲ παραλαβόντες τὴν ὁρισμὸν, λέγοντα τὸ καθόλει διάστημα τῆς τοῦ παντὸς.φύσεως, παρέτρεψαν τὴν λόγον ἐπὶ τὸ διάστημα τῆς κινήσεως. καὶ πλημμελοῦσιν οὗτοι. δι-ὅτι τῶν πυθαγορείων τὸ διόστημα, φυσικὸν καὶ ἐν φυσικοῖς λόγοις. καὶ εἰούτω τίς βούλοι τὸ κα-λεῖν ἐν τοῖς σπερματικοῖς, ὡς ποτε καὶ κορνοῦτος ὀψε τοῦτο ὑπώπτευσεν. ἢ ὡς ἀκριβέστερον ἄντις εἴποι κατὰ προτερους λόγους. καὶ τῶν σπερματικῶν τούτων λόγων, τοὺς τῆςὅλης κοσμικῆς φύσεως, ἐν ἡ καὶ ἡ ψυχὴ περιλαμβάνεται τὸ διάστημα ἀφοριζομένων. οὗτοισαφῶς μὲν οὐκ ἔχουσι διελεσθαι, ὁποῖον λέγουσι διάστημα. ἐοίκασι μέντοι μᾶλον, τὸ τῶν σώ-ματοει δῶν κινήσεων, σωματοει δὲς διάστημα ὑπολαμβάνειν. ἢ ὥσπερ γραμμοειδές τι τοῦτο.ἀποφαίνεσθαι, ὁπολλῆς ἀτοπίας μεστὸν ἰδία δείκνυται ἐν τοῖς περὶ χρόν τει λόγοις. οὐ μέν-τοι παρὰ τοῖς ἀρχαοις οὕτως εἴρηται. τὸ γὰρ τῆς τοῦ παντὸς φύσεως συμπλεκόμενον τῶ δια.στήματι, δῆλοι ὁποῖον ἀποφαινονται εἶναι τὸ διάστημα. τοῖς γὰρ τῆς φύσεως λόγοις προ-εασύίκει τὸ τοιοῦτο. συμ-