Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

μένω, τὸ πικὰς ἐμφαίνειν σχέσεις φησί. τὸ δὲ ὅλον πρὸς τὰ μέρη, καὶ τὰ μέρη πρὸς τὴὅλον, τὴν τοῦ πρός τι σχέσιν ἔχει. ὡσαύτως δὲ καὶ τὸ γένος προς τοείδος, καὶ τὸ εἴδοςπρὸς τὸ γένος, οὐδὲν ὁμοιον ἐχούσης τῆς τοῦ πρός τι σχέσεως, τῆ πρὸς τόπον καὶ τῆ πρὸςχρόνον. Αλλ' ἐρεῖ τίς οἶμαι, ὅτι κατ' ἄλλο μὲν ἐν ἑαυτοῖς τὸ πρός τι θεωρεῖται, κατ' ἄλλοδὲ τὸ ἔντινιείναι. καὶ γὰρ καὶ τὸ ἐντόπω, καθ' ὅσον αὐτὸ μὲν χωρεῖται, ὁ δὲ τόπος χωρεῖ,τῶν πρός τιἂν εἴη. πῶς δὲ καὶ τὸ ὡς ἐν ὕλη, καὶ τὸ ὡς ἐν ἀγγείωταυτὸν ἂν εἴη τῶ ἐντόπω.λλήποτε οὖν ῥητέον, ὅτι οὐ πᾶν τὸ ἔν τινι κατηγορίας ἦν εἰ δικῆς ἄξιον, ἀλλ' ἐκεῖνα μό-να, ἐν οἷς τὸ μὲν, περιέχει. τὸ δὲ, περιέχεται. ἑκατέρου τὴν ἑαυτοῦ φύσιν διασώζοντος, καὶμὴ δ' ἑτέρου μέρους τοῦ ἑτερου γινομένου, μὴδὲ συμπληροῦντος τὸ ἕτερον. ἐν γὰρτούτοις μόνοις, αὐτὸ τὸ ἔν τινι φύσις τίς ἀφωρισμένη γενται κατὰ τὴν σχέσιν αὐτὴν ὑφεστῶσαὅταν καὶ τὸ καθόλου πάντως ὑπάρχειν δεῖ. οἷον τὸ ἐντόπω εἶναι καὶ ἐν χρόνω τὸ σῶ-μα. ἀλλὰ τοῦ γεμερικοῦ χρόνου καὶ τόπου χωριζόμενα, τὸ ἐν αὐτοῖς ὑφέστηκεν. ἔτι τὰμέντοι ἄλλα σημαινόμενα τοῦ ἔντινι, τὰ μὲν, συμπληρωτικά ἐστιν, ὡς τὰ μέρη καὶτὸ ὅλον. καὶ τὰ γένη καὶ τὰ εἴδη. καὶ τὸ ἄρχον καὶ τὸ ἀρχόμενον. τὰ δὲ, οὐ δυνάμενα χω-ρὶς ὑποστῆναι. ὡς τὸ ἐν ὕλη εἶδος, καὶ τὸ ἐν ὑποκειμένω συμβεβηκός. ὅπερ καὶ μορφη τοῦὑποκειμένου γίνεται. διὸ καὶ καλεῖται κατ' ἐκεῖνο τὸ ὑπικείμενον. οἷον λευκὸν καὶ ἢὐξημένον. καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ὁμοίως, τῶν τῆ οὐσία ὑπαρχουσῶν. πῶς ἂν εἴητὸ ἔτερον ἐν ἑτερω κυρίως, ὅτε μη δέ ἔστιν ἁπλῶς ἕτερα ἀλλήλων κεχωρισμένα καθ' ὑπό-στασιν, ἀλλὰ κατ' ἐπίνοι αν μόνην, καθ' ἣν τὰ γένη χωρίζομεν. τὰ μέντοι ἐν χρόνω καὶἐν τόπω, ἕτερά ἐστι τοῦ τόπου καὶ τοῦ χρόνου. το γαροῦν καὶ ἄλλοτε ἐν ἄλλω γίνεται τὰ αὐ-τὰ ἀριθμω. ἐν ὑποκειμένω δὲ ἄλλο τε ἄλλω τὸ αὐτὸ κατ' ἀριθμὸν γενέσθαι, ἀδύνατον. καὶτὸ ἐν ἀγγείω δὲ, ἐν τόπω ἐστι. τόπος γὰρ περιφορητός ἐστι τὸ ἀγγεῖον. διατοῦτο δὲ οἱὀνοματοθέται ἐπὶ τοῦ ποτε, ὀνόματα διάφορα τεθείκασι. τὸ χθὲς. καὶ αὔριον. καὶ πέ-ρυσι. καὶ τῆτές. καὶ ἐσνέωτα. καὶ ἐπὶ τοῦ ποῦ. ἐν λυκείω. ἐν ἀγορᾶ. ἐπὶ μέντοι τῶν ἄλ-λων ἔντινι, οὐτὸ λευκὸν ἐν τῶ σώματι λέγειν ἔθος, ἀλλὰ τὸ σῶμα λευκὸν. καὶ ἡ κεφαλὴ,ζώου. καὶ ὁ ἄνθρωπος, ζῶον. καὶ ἐξ ὕλης καὶ εἴδους, τὸ σύνθετον. ἀλλὰ τοῦτο μὲν οὕτω τέωςἐμοὶ δοκεῖ διαλύειν. εἰ δὲ καὶ ἄλλως δυνατὸν, εὖ ἄἂν ἔχοι. τὴν δὲ τοῦ χρόνου φύσιν θεωρητικώτερον παραδιδους ὁἰάμβλιχος, τὸν ἀρχύταν πάλιν ἡ γεμόνα προίσταται.ὅς φησιν, ὅτι ἔστιν ὁ χρόνος, κινάσιός τινος ἀριθμός. ἢ καὶ καθόλω, διάστημα τὰς τοῦπαντὸς φύσιος. οὐ τὴν ἀριστοτέλους καὶ τῶν στωικῶν δόξαν εἰςταῦ τὸ συλλαμβάνων,ὥστινες οἶονται. διότι ὁ μὲν ἀριστοτέλης, ἀριθμὸν κινήσεως εἶναι φησὶ τὸν χρόνον. τῶνδὲ στωικῶν, ζήνων μὲν, πάσης ἁπλῶς κινήσεως διάστημα τὸν χρόνον εἴπε. χρύσι πποςδὲ, διάστημα τῆς τοῦ κόσμου κινήσεως. οὐ γὰρ δύο ὅρους εἰς ταύτον συνάπτει, ἀλὁρισμὸν ποιεῖται καὶ ἰδιάζοντα τοῦτον παρὰ τὰς τῶν ἄλλων ἀποφάσεις. οὐ γὰρ εἶπεκινήσεως ἀριθμὸν τῆς πάσης, ὥσπερ ἀριστοτέλης ἀφωρίσατο, ἀλλὰ καὶ κινησεώς τινος. οὐτῶν ἐν μέρει. οἷον, τῆς τοῦ οὐράνου, ἢ τῆς τοῦ ἡλίου, ἡ ἄλλης τινος ἐν τοῖς καθ' ἕκαστὰ διωρισμένης. ἐπεὶ οὕτως, οὔτε ἀρχοειδὴς ἔσται ὁ χρόνος, οὔτε κοινὸς ἐπὶ πάντα διατεί-