Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

θὸς δὲ, ἄλλο μὲν τὸν χρόνον ὑποτίθεται, ἄλλο δὲ τὸ μετέχον χρόνου, καὶ ἐν χρόνω. καὶεἶναι μὲν ἐνιαύτὸν, καὶ μηνα, καὶ χρόνον. ἐνιαυσιαῖον δὲ καὶ μηνιαῖον, μετεχον χρό-νου. ὥσπερ ἄλλης κατηγορίας φρόνησις, καὶ τὸ κατὰ ρόνησιν, οἷον ἐστι τὸ φονεῖν ἄλλης. καὶτο μέν ἐστι, ποιότητος. τὸ δὲ, τοῦ ποιεῖν. οὕτως καὶ χρόνος καὶ τὸ κατὰ χρόνον διέστη-κεν. ἐπειδὴ τινες ἐκ τῆς τοῦ πράγματος ἀσαφείας διεστηκότα ταῦτα εἰς ταῦτο συγχέ-ουσι, λέγέσθω τί καὶ πρὸς τούτους παραμύθιον. ὅτι τὸ ποτε, διττόν ἐστι. τὸ μὲν, χρό-νος. τὸ δὲ, ἰδίως ἐν χρόνω. ὁμοίως δὲ καὶ τὸ ἀεί. τὸ μὲν ἐν χρόνω, καθὸ λέγομεν ἀεὶἐστι πρᾶξις. τὸ δὲ χρόνος, παρώνυμον τοῦ αἰῶνος. ὁμοίως δὲ καὶ τὸ πέρυσιδιττόν. τὸδὲ εἰς νεωτα καὶ τήτες, οὐκέτι. ἀλλὰ τὸ ἐν χρόνω μόνον δηλοῦσι. καὶ χρόνου μὲν δια-φορὰς τίθενται. παρεληλυθότα. ἐνεστῶτα. μέλοντα. τοῦ ποτε δὲ διαφορὰς, τὸπερυσιν. ἐσνεωτα. τῆτες. τὸ δὲ πάλαι, ὅταν μὲν λέγωμεν πάλαι ῶν, χρόνον δηλοῖ. ὅταν δὲ πάλαι ἔπραξεν, ἐν χρόνω. ὁμοίως δὲ καὶ τὸ ἄρτι, καὶ νῦν, καὶ τὸ ἤδη, καὶχρόνον δηλοῦν, καὶ ἐν χρόνω. τὸ δὲ χρονίζειν τὸ ἐν χρόνω, οὐ τὸν χρόνον. οὐ γὰρ χρονί-ζει χρόνος. ὅτι μέν ἐστιν ἐν χρόνω χρόνος, καὶ ἔστι τοῦ ποτε τὸ χρονίζειν, κᾶν σχήματιχρῆται τοῦ ποιεῖν. καὶ γὰρ τεμνόμενος χρονίζει. καὶ τέμνων. ὥσπερ καὶ τὰ χύ-νειν καὶ βραδύνειν λέγομεν. καὶ μὲν χρόνος, ἄπειρος. τὸ δὲ ποτέ, πεπέρασται. ὅτι καὶ ἐν αὐτῶ πρᾶξις πεπέρασται. διὸ τῶν θείων τὸ ποτέ ἐξώρισται. ἀλλὰ ταῦτα μὲν προσιστορείσθω, τῆς συνηθείας τῶν ὀνομάτων ἕνεκεν. περὶ δὲ τοῦ ποτε καὶ τοῦ που, θαυμα-ζω μὲν ἐγὼ τὴν ἀριστοτέλους ἀγχίνοιαν. ὅπως καίτοι τὰ ἄλλα τῶ ἀρχύτα κατακόλουθῶν, ὅμως τὴν τοῦ ἐν χρόνω καὶ ἐν τόπω διαφοραν ἐθεάσατο, δυνάμενα εἰς γένη διάφορατίθεσθαι. ἀλλ' ἐκεινο πρόχειρον ἀπορεῖν. πῶς πολλῶν ὄντων τῶν ἔν τινι, καὶ τόγεἐλαχιστον ἐνδεκαχως λεγομένων, δύο μόνα ταῦτα τῶν ἔν τινι, τὰ ἐν χρόνω καὶ ἐν τόπωἰδιας ἡμῖν κατηγορίας ἐχαρακτήρισε. λέγεται δὲ ἔν τινι, ὡς τὸ συμβεβηκὸς ἐν τῆοὐσία. καὶ ὅλως τὸ ἐν ὑποκειμένω. καὶ ὡς τὰ μέρη ἐν τῶ ὅλω, καὶ τὸ ὅλον ἐν τοῖς μέρεσι.καὶ ὡς τὸ εἶδος ἐν τῆ ὕλη. καὶ ἔτι μέντοι, ὡς τὸ γένος ἐν τοῖς εἴδεσι, καὶ τὰ εἴδη ἐν τῶ γένει.καὶ πρὸς τούτοις, τὰ τῶν ἀρχομένων ἐν τῶ ἄρχοντι, καὶ τὰ τοῦ ἄρχοντος ἐν τοῖς ἀρχο-μένοις. καὶ τὸ ὡς ἐν ἀγγείω. καὶ ταῦτα τὰ νῦν προκείμενα. τό, τε ἐντόπω, καὶ τὸ ἐνχρόνω. τὸ σαύταχῶς οὖν λεγομένου τοῦ ἔν τινι, διατί κατὰ μόνας τὰς δύο σχέσειςταύτας, ἰδιαι κατηγορίαι συνέστησαν. εἰ γὰρ ἄλλο τὸ λευκὸν καὶ ἄλλο τὸ σῶμα, καὶ ἄλλοτι τὸ εἶναι τὸ λευκὸν ἐν τῶ σώματι, ἀναλογεῖ δὲ τὸ μὲν λευκὸν, τῶ σωκράτει, τὸ δὲ σῶ-μα, τῶ χρόνω. τὸ δὲ ἐν σώματι εἶναι τὸ λευκὸν, τῶ ἐν χρόνω εἶναι τὸν σωκράτην, διὰτί μὴ καὶ κατὰ τοῦτο τὸ ἔν τινι ἰδιὰ συνέστη κατηγορια. Απορεῖ δὲ καὶ πλωτῖνοςἐν τοῖς περὶ τοῦ ποῦ, τοῦτο λέγων. εἰ τὸ ἐν χρόνω ἄλλο, καὶ τὸ ἐν τόπω ἄλλο παρὰ χρό-νον καὶ τόπον, διὰ τί οὐχὶ καὶ τὸ ἐν ἀγγείω, ἄλλην ποιήσει κατηγορίαν. καὶ τὸ ἐνὕληἄλλην, καὶ τὸ ἐν ὑποκειμένω ἄλλην. καὶ τὸ ἐν ὅλω μέρος. καὶ τὸ ὅλον ἐν μέρει. καὶ γέ-νος ἐν εἴδεσι. καὶ εἶδος ἐν γένει. καὶ οὕτως ἡμῖν πλείους ἔσονται αἱ κατηγορίαι. λύων δὲτὴν ἀπορίαν ταύτην ἰάμβλιχος, τὸ μὲν ὡς ἐν ἀγγείω, καὶ ὡς ἐν ὕλη, καὶ ὡς ἐν ὑποκει-ρ δ