Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ὁ ἀριστοτέλης, οὔτε ἄλλοτι τὴν φύσιν αὐτοῦ παρὰ τὸ ποσὸν ἡγεῖται. καὶ γὰρ καὶ ἄλλωςἄτοπον ἦν ὡς εἴρηται, τὴν μὲν οὐσίαν τοῦ χρόνου μὴ νομίζειν ποσόν. συμφυὲς δὲ αὐτὸ τὸ ποσὸν ὑπολαμβάνειν. πᾶν γὰρ σύμφυες οὐκ ἔξω τῆς οὐσίας ἐστιν. ἀλλ' οὐδὲ τὰἀπολαμβανόμενα τοῦ χρόνου φυσικὰ μέτρα, οἷον τὴν ἡ λίου ἢ σελήνης περιοδον. ταῦ-τα ποτὲ ἐποίησεν ἄλλο γένος ἂν κατηγορίας. ἀλλὰ ταῦτα μὲν τὸν χρόνον συμπληροῖς, καὶμέτροις περιλαμβάνει. ὅταν δέ τι πρᾶγμα ἕτερον ὄν τοῦ χρόνου, καὶ οὐχ ὡς μέροςχρόνου λαμβανόμενον, σχέσιν ἔχει πρὸς χρόνον. καὶ διατουτὸ ἐν χρόνω ἐστιν. ὥσπερἡ ἐν σαλαμῖνι ναυμαχία ἐν τῶδὲ τῶ χρόνω, τότε ἄλλη κατηγορία γινεται ἡ τουποτέ,ἄλλη οὖσα παρὰ τὸ ποσὸν. καὶ αὕτη μὲν ἡ ἀριστοτέλους δόξα. Αρχύτας δὲ καὶ ἀνδρόνι-κὸς, ἰδιαν τινὰ φύσιν τὴν τοῦ χρόνου θέμενοι, ὁμοῦ τούτω συνέταξαν τὸ ποτέ, ὡςπερὶ τὸν χρόνον ὑφιστάμενον. αὐτὰ γὰρ τὰ προηγούμενα τῆς ὑποστάσεως πρῶτα γέ-νη περὶ ἃ τὰ ἄλλα ὑφίσταται, πρόκειται αὐτῶ ὡς ἀρχηγικώτατα λαμβάνειν. ἐπεὶτοίνυν ὁ μὲν χρόνος τοῦ ποτε, ὁ δὲ τόπος τοῦ που. κατ' αὐτὸ τὸ εἶναι προτέτακταιεἰκότως αὐτοῖς ὡς προηγουμένοις γένεσι χρῆται, παραλιπῶν τὰ ἐν αὐτοῖς περ εχο-μενα ὡς δεύτερα ἐκείνων ὄντα. δὲ δεικταιοῦν ἐκ τῶν εἰρημένων, ὅπως μὲν ἀριστοτέ-λῆς ἐν ἄλλη κατηγορία τὸ ποτέ τίθεται ταῖς διαφοραῖς τῶν σημασιῶν προσεχῶν. ὅπωςδὲ ἀρχύτας τῶ χρόνω συνέταξε τὸ ποτέ πρὸς τὴν κατὰ τὰ πράγματα συγγένει-αν ἀποβλέπων. πῶς δὲ πλωτῖνος ἀνεῖλε τὴν τοῦ ποτε κατηγορίαν, διὰ τὸ συνάγεινεἰς βραχύτατον ἀριθμὸν τὰ πρῶτα γένη, καὶ μὴ πάνυ τί διδόναι ταῖς τῶν νοήσεωνκαὶ σημασιῶν παραλλαγαῖς. ἀλλ' ἐπὶ τὰς ἀπορίας λοιπὸν ἴτεον τὰς φερομένας πρὸςτὸ ποτέ. καὶ τὰς λύσεις αὐταῖς ἐπακτέον. ὅταν οὖν οἱ περὶ πλωτῖνον καὶ ἀνδρόνικὸντὸ χθὲς καὶ αὔριον καὶ περυσι, μέρη χρόνου λέγωσι, καὶ διατοῦτο ἀξιῶσι τῶ χρόνω συντε-τωχθαι, φησομεν οὐκ εἶναι αὐτὰ μέρη χρόνου, ἀλλὰ σχέσιν περὶ έχειν τῶν ἐν τῶ χρό-νω ὄντων πραγμάτων. ἄλλο δέ ἐστι τούτων ἑκάτερον. ἀλλ' εἰ χρόνος φασὶ παρεληλυθὼς τὸχθὲς, ἢ μέτρον χρόνου, συνθετόντι ἔσται. ἢ ἕτερον τὸ παρεληλυθος καὶ ἕτερον ὁ χρόνος. καὶδύο κατηγορίαι ἔσονται καὶ οὐχ ἐν ἁπλοῦν τὸ ποτε. ἡ τῶ αὐτῶ λόγω φησομεν, εἰ ἕτερον τὸζῶον, καὶ ἕτερον τὸ λογικὸν, καὶ ἕτερον τὸ θνητὸν, οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ τρεῖς κατηγορίαι.εἰ δὲ ἐπὶ τούτου ἐνὶ τῶ εἴδει τὰ τρία συλλαμβάνομεν, καὶ ὁ χρόνος καὶ τὸ παρεληλυθὸς εἰςἐν πρᾶγμα συντελεῖ, καὶ οὐ ποιεῖ δύο κατηγορίας. μήποτε δὲ οὐδὲ ὁ χρόνος ἁπλῶςπαρεληλυθώς ἐστι τὸ χθὲς, οὐ δὲ ἔννοιαι πλείονες ἐσταυτὸ συντρέχουσιν ἐπὶ τούτου. κατ'αὐτὴν γὰρ μόνην τὴν σχέσιν τοῦ πράγματος, πρὸς τὴν χρόνον τὸ χθὲς εἰδοποιεῖται. ἀλλ'τὸ ποτέφασι τὸ ἐν χρόνω λέγεται, τοῦτοτο ἐν χρόνω, εἰ μὲν πραγμάτι φατέ, οἷον τὴν σώ-κράτην ὅτι πέρυσιν ἦν ὁ σωκράτὴς, ἄλλης ἐστι κατηγορίας. εἰ δὲ τὴν χρόνον, καὶ οὗτος ἄλλης.εἰ δὲ τὸ σύνθετον, οὐκ ἔσται μία κατηγορια. ἢ οὔτε τὰ πράγματα τὰ ἐν χρόνω, οὔτεαὐτὸς ὁ χρόνος, οὔτε τὸ σύνθετον ἐξ ἀμφοῖν εἰδοποιεῖ τὴν τοῦ ποτε κατηγορίαν. ψιλὴ δὲἡ σχέσις τοῦ πράγματος πρὸς τὸν χρόνον. διὸ οὔτε μέρη χρόνου παραληψόμεθα ἐν τῶποτε, οὔτε τὰ πράγματα. ἀλλ' ἔσται καὶ τοῦτο ἁπλοῦν ὥσπερ καὶ τὰ ἄλλα γένη. καὶ βοη-