Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἀλλήλοις μετροῦμεν. πολλὴν γὰρ φαμὲν ὁδόν, ἡς ἡ πορεία πολλή. πολλὴν δὲ πάλινπορείαν, ὅταν ἡ ὁδὸς μῆκὸς ἔχηἱ κανὸν. καὶ τοῦτο συμβαίνει εὐλόγως. ἀκολουθεῖγὰρ τῶ μὲν μεγέθει, κίνησις. ταύτη δὲ, ὁ χρόνος. συνεχῆ γὰρ καὶ ἀδιαίρετα ὁμοίωςτὰ τρία. ποσὸν ἄρα καὶ ὁ χρόνος, ἐπειδὴ ἕκαστα συγγενημετρεῖται μοναδὲς γὰρ μονάδι, καὶ αἱ πᾶσαι κινήσεις, μετρηθήσονται κινήσει. τίς οὐν ἥδε, εἰ μὴ ἡ κυκλοφορία. ὁμαλὴς γὰρ αὕτη. καὶ δεῖ τὸ μέτρον ὁμαλέςτε καὶ ὡρισμένον ὑπάρχειν. ἔπειουν ὁ χρό-νος κινήσει μετρεῖται, ἡ κυκλοφορία καὶ τοῦ χρόνου ὥσπερ καὶ τῶν κινήσεων, ἔσται μέ-τρον. τούτω δὲ ὁμολογεῖ καὶ τὰ εἰωθότα λέγεσθαι, ὅτι κύκλω τὰ ἀνθρώπεια καὶ τὰ γι-νόμενα πάντα. καὶ ὡς ὁχρόνος κύκλος τίς καὶ περίοδος ὥσπερ καὶ τὰ ἐν αὐτῶ. καὶγὰρ τοιαύτης ἐστι φορᾶς μέτρον. καὶ μετρεῖται καὶ αὐτὸς ὑπὸ τοιαύτης. καὶ ὁ ἀριστοτέληςοὖν εἰδὼς ἐν ταῖς κοιναῖς ἐννοίαις σαφῶς τοῦτο διωρισςμένον, τὸ συνεχῆ εἶναι τὴν χρόνον καὶποσὸν, ἐχρήσατο αὐτῶ ὡς κοινῶ ἀξιώματι. ὅθεν δὴ καὶ τὰ μὴ πεφυκότα κινεῖσθαι μὴδὲ ἠρεμεῖν, ἀλλὰ φύσει ἀκίνητα ὄντα, οὐδαμῶς φησιν ἐν χρόνω εἶναι, οἷα ἐστι τὰνοήματα. ἐπεὶ δέ ἐστιν ἡ κίνησις ἐν χρόνω, δεῖ καὶ τὴν ἠρεμίαν εἶναι συν χρόνω. μέτρονγὰρ καὶ ταύτη ὁ χρόνος. οὐ γὰρ παντὸ ἀκίνητον ἠρεμοῦν, ἀλλὰ τὸ πεφυκὸς μὲν κινεῖ-σθαι, πρὸς καιρὸν δὲ τῆς κινήσεως στερόμενον. εἰ οὖν καὶ ἀρχὴν ἔχει χρονικὴν ἡ ἠρε-μία, καὶ τέλος δηλονότι, χρόνω καὶ αὐτη μετρεῖται. προηγουμένως δὲ, κινήσεως ἐστιμέτρον ὁ χρόνος. ὥσπερ δὲ τὸ εἶναι ἐν ἀριθμῶ ταυτόν ἐστι τῶ μετρεῖσθαι, τὸεἶναι τὴν πράγματος ἀριθμῶ, οὕτως καὶ τὸ εἶναι ἐν χρόνω ταυτόν ἐστι τῶ μετρεῖσθαι τὸ εἶναι τοῦ πράγματος χρόνω. πάλιν οὖν πόσου συνέχους καὶ κινήσεως συνεχοῦς μέτρον ὁ χρόνος. ὥστεεἰκότως αὐτὸν ἐν τῶ ποσῶ καὶ τῶ συνεχεῖ ἀφοριζόμεθα. διὸ καὶ ὁ ὁρισμὸς αὐτοῦ οἰκείωςἀποδέδοται ἀριθμὸς κινήσεως πάσης, καὶ μέτρον τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου.καὶ κατὰ τὰς παλαίὰς δὲ δόξας, ἡ αὐτὴ χννοια φαίνεταιτου χρόνου. ἡ γὰρ κίνησις,κινήσεως τί. ἤτοι χωριστὸν ἢ ἀχώριστον τὸν χρόνον ὑπολαμβάνουσι. πλάτων μὲν γὰρ τὸποσὸν τῆς κινήσεως εἰπὼν τὸν χρόνον, ἀχώριστόν τι αὐτὸν ὑπέθετο τῆς κινήσεως. θεό-ραστος δὲ, συμβεβηκόςτι. καὶ ὁ ἀριστοτέλης ἀριθμὸν εἰπὼν, ὡς χωριστὸν ἐθεάσατο.ἡ νίκα δὲ ἕξιν ἡ πάθος κινήσεως λέγει, ὡς ἀχωρίστω καὶ αὐτὸς ἐχρήσατο. ἀλλὰ τούτωνμὲν ὡς διὰ τὸ ἀκριβὲς τὴν εἰσαγωγικὴν πραγματείαν ὑπερβαινόντων, οὐκ ἐφάπτε-ται νῦν. τὸ μέντοι συνεχῆ καὶ ποσὸν εἶναι τὸν χρόνον, ὡς κοινὸν ἀξίωμα λαμβάνει.ἀριθμὸν δὲ αὐτὸν, οὐτὸν τῶν μονάδων εἶπεν, ἀλλ' ἀντὶ τοῦ μέτρου τῶ ἀριθμῶ κέχρη-ται. τὸ γὰρ μετρεῖν τῶ ἀριθμεῖν, οὐ ταὐτόν. μέτρον δέ ἐστι τοῦ ἐν τῆ κινήσει προτερόκαὶ ὑστέρου, ὁποῖάποτε ἂν ἡκίνησις. εἴτε κατὰ γένεσιν καὶ φθορᾶν, εἴ τε κατὰ αὔξησιν καὶμείωσιν. εἴτε κατὰ ἀλλοίωσιν, εἴ τε κατὰ τὴν κατὰ τόπον μεταβολην. ὅτι δὲ συνεχὲς ποσὸνὁ χρόνος καὶ οὐ διωρισμένον, δῆλον ἐκ τοῦ, παντὸ λαμβανόμενον αὐτοῦ μέρος διαι-ρετον εἶναι. οὐ γὰρ καταληγομεν διαιροῦντες εἰς ἀδιαίρετόντι, ὥσπερ ἐπὶ τοῦ ἀρι-θμοῦ εἰς τὴν μοναδα ἀδιαίρετον οὖσαν. δῆλον καὶ ὅτι τῶ μεγέθει καὶ τῆ κινήσει ἀκόλου-θεῖ, ἅπερ συνεχή ἐστιν ὁμολογουμένως. ὥστε οὔτε ἀκατάληπτον ἡ γεῖται τὸν χρόνονρω γ