κατ' αὐτὴν μόνην τὴν θέσιν ψιλῶς νοεῖται, μηδὲν συνεπινοούντων ἡμῶν, ἐν τίνικεῖ-ται, καὶ πῶς ἔχον αὐτὸ κεῖται. ἀλλ' οὐδὲ πάντως ἐν τόπω ἐστὶ φησιν ἰάμβλιχος τὸ κεῖ-σθαι. ἐπεὶ καὶ ὁ τόπος κεῖ ταίπου, μὴ ὧν ἐντόπω. οὐκ ἄνα ὑγιὲς τὸ περὶ λαμβάνεσθαιτόπον ἐν τῶ κεῖσθαι. εἰ δὲ οἷόντε καὶ ἄνευ σχήματος ἐπινοεῖν τινὰ θέσιν τῶν ἀσχήματίστωνεἴτε ἀσωμάτων ὡς γραμμῆς καὶ σημείου, ἔσται καὶ ἄνευ σχήματος τὸ κεῖσθαι. ἀλλ' εἰ μὲν τὸκεῖσθαι φησὶν ἐνέργειαν σημαίνει, ἐν ταῖς ἐνεργείαις τακτέον αὐτὸ. εἰ δὲ πάθος, ἐντῶ πασχειν. πάλιν οὖν καὶ ἐνταῦθα ῥητέον. ὅτι τὸ καθαρῶς νοούμενον κεῖσθαι, οὐδ'ὁτι οὖν ποιήσεων ἡ πάθων ἀναπιμπλαται. ἐκ τὸς δὲ ὂν ἀμφοτέρων, ἰδίαν ἔχεικαθ' αὐτὸ κατηγορίαν. εἰ δὲ ἄρα τίς καὶ συνεμφαίνεσθαι λέγει τῶ κεῖσθαι τὸ ποιεῖν καὶπάσχειν, ὡς ἕτερα γένη ἑτέρω συνυπάρξει διὰ τὴν σύμμικτον τῶν αἰσθητῶν σύνο-δον. βέλτιον δὲ δι' ἀκριβείας ἀφορίζεσθαι τὸ κεῖσθαι, ὥσπερ καὶ βοηθῶδοκεῖ. ἐφ' ὧν γὰροὔτε τὸ ποιεῖν οὔτε τὸ πάσχειν πρόσεστι καθ' ἣν κεῖται θέσιν, καὶ καθ' ἡντέτακταιτάξιν, ταῦτα μόνον φησὶν εἶναι τῆς κατηγορίας. οἷον, τὸ ἐστη κέναι, ἢ καθῆσθαι ἐπὶ ἀν-δρίαντος λεγόμενον. ἢ τὸ ἀνακεῖσθαι τὴν εἰκόνα. ἐφ' ἡμῶν μὲν γὰρ ἐνέργειαν τὰ τοι-αῦτα συνεμφαίνει. ἐπὶ δὲ τῶν ἀψύχων, οὔτε τὸ ποιεῖν, οὔτε τὸ πάσχειν ἐν δείκνυταςταῦτα, ἀλλὰ μόνον καθ' ἀρῶς τὸ κεῖσθαι. ἐπεὶ δὲ ὁ ἄνω καὶ κάτω τόπος συνεπινοεῖται,καὶ σχεσις συνεπιφαίνεται πρός τινας τόπους ἐν τῶ ἀνακεῖσθαι καὶ κατακεῖσθαιδεῖ νοεῖν ὡς καθ' αὐτὸ ὄντος τοῦ κεῖσθαι πρότερον, ἐπεισῆλθεν ἡ σχέσις πρὸς τὸἄνω καὶ κάτω. ὥσπερ καὶ παρὰ τὰς ἄλλας κατηγορίας παρεφύετο ἀεὶ τὸ πρόστι. τὸμέν-τοικεῖσθαι τὴν πρὸ τοῦ πρός τι εἰ ληφὸς φύσιν, καθ' αὐτό ἐστιν ὥσπερ καὶ τῶν ἄλλωνγενῶν ἕκαστον, ὁ πόσα προηγεῖτο τοῦ πρός τι. εἰ δὲ πάντα οἷς ἐπεισέρχεται τὰ πρός-τι ἐν τοῖς προστιθησομεν, οὐκ ἂν φθάνοιμεν καθὰ καὶ αὐτὸς εἴπεν ὁ πλωτῖνος.πάντα τὰ γένη ἐν τοῖς πρόστι τιθέντες. ταῦτα μὲν οὖν εἴρηται, πρὸς τὰς πλωτί-νου ἀπορίας. φησι δὲ ὁ ἰάμβλιχος, ἄλλως μὲν ἐπὶ τῶν σωμάτων θεωρεῖσθαι τὸ κεῖσθαι.ὡς ἂν διαστατῶν ὄντων καὶ μεριετῶν, καὶ τόπον διαστατὸν ἐχόντων, ἄλλως δὲ ἐπὶ ψυχῆς.καὶ γὰρ αὕτη τόπος λέγεται τῶν ἐν αὐτῆ λόγων ὡς χώραν αὐτοῖς παρέχουσα εἰς τὸ ἐνι-δρύεσθαι καὶ ἐνεργεῖν ἐν αὐτῆ. ἄλλως δὲ, ὁ νοῦς τόπος λέγεται τῶν εἰδῶν, ὡς τὴν αὐτὴνἔχων οὐσίαν πρὸς τὰ εἴδη. καὶ ὁμοῦ τὰς νοήσεις καὶ τὰ εἴδη συνέχων ἐν ἑαυτῶ. κυριώ-τατα δὲ ἐν τῶ θεῶ κεῖσθαι λέγεται πάντα. ἐπειδὴ τὰ μετ' αὐτὸν ὅλα ἐν αὐτῶ συνεί-ληπται. ἀλλ' ἴσως φησί δόξει τισὶ πολλαχῶς λέγεσθαι οὕτως τὸ κεῖσθαι. ἄλλως μὲν, ἐπὶτῶν σωμάτων. ἄλλως δὲ, ἐπὶ τῶν ἀσωμάτων. οὐ μὴν ἀλλ' εἴτις ἀκριβέστερον ἐπισκο-ποίη, μία καὶ αὐτη θεωρεῖται ἀναλογία κατὰ τὸ περιέχειν καὶ περιέχεσθαι. καὶ κατὰ τὸ τὴνἕδραν παρέχειν καὶ ἐνιδρύεσθαι. ὁ γὰρ αὐτὸς λόγος τοῦ κεῖσθαι, ἐπὶ πάντων τούτωνδιήκει, τοῦ ἕτερον ἐν ἑτέρω ἀποπερατουσθαι κατ' αἰτίαν, ἢ δύναμιν, ἢ ἐνέργειαν, ἢ οὐ-σίαν, ἢ διάστασιν. διαφορὰ δὲ γίνεται περὶ τὰ πράγματα ἕτερα ὄντα, καὶ πρὸς ἕτεραποιούμενα τὴν θέσιν, ἥτις οὐκ ἐξίστησι τὸν ἕναλόγον τοῦ κεῖσθαι ἐξ ἑαυτοῦ. τοσαῦτα καὶπερὶ τοῦ κεῖσθαι εἰρήσθω. ἐν νοούντων ἡμῶν, ὡς ἐπὶ σωμάτων εἴρηται κυρίως τὸ κεῖσθαι ἵ-
Einzelbild herunterladen
verfügbare Breiten