Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

νος, οὐτν κατ' ἐνέργειαν μόν ην κίνησιν τῶν γινομένων μέτρεῖ, ἀλλὰ καὶ τὴν οὐσιώδη. κίνησις γὰρὅλη γένεσίς ἐστιν, ὥσπερ καὶ τόπος. οὐ τὴν κατ' οὐσίαν μόνην διάστασιν, ἀλλὰ καὶ τὴν κατ'ἐνέργειαν συνέχειαν. ἔοικε δὲ μὲν τόπος, κατὰ τὴν στάσιν μᾶλλον θεωρεῖσθαι. ὁδὲ χρ-κατὰ τὴν κίνησιν. διότι κᾶν ἡρεμίαν χρόνος μετρη.λλὰ κατὰ τὴν παράτασιν καὶ ῥοήν τεἶναικαὶ ἠρεμία μετρεῖται ὑποτοῦ χρόνεο. καὶ ἄλλως δὲ τοῦ μὲντόπου, πάντα ἀματὰ μόριαὑπάρχει. τοῦ δὲ χρόντε, οὐκ έτι. καὶ μὲν τόπος, ἐναργη τὴν ὑπόστασιν ἔχει. δὲ χρόνος,ἀμυδράν, ἅτε λόγω μόνω ληπτος ὑπάρχων. ἴσως δὲ ἀληθὲς εἰπεῖν, ὅτι ὥσπερ τοῦ χρόνου τὰ μόρια οὐκ ἔστιν ἐν τῶ αὐτῶ χρόνω, οὕτως καὶ τοῦ τόπου, οὐκ ἔστιν ἐν τῶ αὐτῶτόπω διὰ τὴν διάστασιν, κᾶν ἐν χρόνω τῶ αὐτῶ. εἰ δὲ λέγοι τίς, ὅτι πλείοσιν χρό-νος ἤπερ τόπος ὑπάρχει, εἴπερ πάντα μὲν ἐν χρόνω τὰ γεννητὰ, οὐ πἄντα δὲ ἐντόπω. οὔτε γὰρ τόπος ἐν τόπω ἐστιν, οὔτε αἱ πράξεις πολλαὶ οὖσαι καὶ ποικίλαι,πρῶτον μὲν ἐννοείτω, ὅτι κᾶν πλείοσιν χρόνος ὑπάρχη, οὐκ ἀρκεῖ τοῦτο πρὸς τὴν τῆςτάξεως ὑπεροχήν. τὰ γοῦν πρός τιφησιν ἰάμβλιχος διὰ πάντων διατείνοντα,οὐκ ἄντις εὐ λόγως προσθείη τῆς οὐσίας ἡτῆς ποιότητος, ἐπειδὴ αῦται οὐδι' ὅλων οὐδιήκουσι. μήποτε δὲ οὐκ ἀληθές ἐστιν, ὅτι διὰ πλειόνων διήκει τὰ πρός τι, ἤπερ οὐσίακαὶ τὸ ποιὸν. καὶ γὰρ αὐτὸς τοῦ πρός τι χαρακτηρ, κατὰ ποιότητα ἀφορίζεται. καὶ ἄνευ οὐ-σίας, οὔτε τὸ πρός τι, οὔτε ἄλλότι τῶν γενῶν ὑποστῆναι δύναται. καὶ αὐτὸ δὲ τοῦτο καθ'αὐτὸ δεικνύναι δυνατον, ὡς οὐκ ἐπ' ἔλαττον των χρόνου καὶ τόπος διὰ πάντων διήκει.καὶ γὰρ παντογινόμενον, ἐν τόπω. εἰ δὲ τόπος μή ἐστιν ἐν τόπω, οὐδὲ χρόνος ἐν ἑτέ-ρω χρόνω ἐστιν. οὐδέ τερον γὰρ τούτων δεῖται τῆς συνοχῆς, ἣν αὐτὸ τοῖς ἄλλοις παρέχεται. οὐδὲ γὰρ ἄλλότι τῶν ἀρχηγικῶν αἰτίων, ἐπιδεές ἐστιν αὐτὸ τῆς εἰς τὰ ἄλλα ἀφ' ἑαυτοῦ μεταδόσεως. καὶ αἱ πράξεις δὲ, οὐκ ἄνευ τόπου γίνονται. οὕτως μὲν οὖν κατὰ ἀρχύ-ταν τάξις τούτων τῶν κατηγοριῶν πολὺν ἔχει λόγον. κατὰ συζυγίαν δὲ ἔνίαι κατη-γορίαι συντάττονται, διὰ τὴν πρὸς ἀλλήλὰς ἀπόνευσιν, ὥσπερ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν.τῆ γὰρ ἐνεργεία τοῦ κινοῦντος τοῦ πάσχοντος, κὶί νησις συνέζευκται. οὕτως δὲ καὶ τὴῦπου καὶ ποτε, ἀδελφάπως ἐστι πρὸς ἄλληλα, κοινὴν ἐπίσης παρέχοντα τὴν συντέλειαν πρὸς ὅλην τὴν γένεσιν, καὶ τοῖς κινουμένοις τὴν ἴσην χρείαν συμβαλλόμενα. προκείσθω δὲ πρὸ τοῦ ποῦ το ποτέ εἰς ἐπίσκεψιν, διὰ τὴν ἀριστοτέλους τοιαύτην ἀπα-ρίθμησιν. Ιστέον δὲ ὅτι, μὲν ἀριστοτέλης τὸν χρόνον καὶ τὸν τόπον τοῦ ποσοῦ θεὶς, τὸποτε καὶ ποῦ, ἰδίας ἐποιήσατο κατηγορίας. μέντοι ἀρχύτας, καὶ ἀνδρόνικος ἀ-κολουθῶν τῶ ἀρχύτα, τῶ μὲν χρόνω τὸ ποτε συντάξαντες, τῶ δὲ τόπω τὸ ποῦοὕτως ἔθεντο τὰς δύο κατηγορίας, φυλάξαντες τὴν δεκάδα καὶ οὗτοι τῶν γενῶν. δεῖδὲ τοὺς ἑπομένους τῶ ἀριστοτέλει δεῖξαι πρῶτον μὲν, ὅτι τοῦ ποσοῦ χρόνος ἐστι καὶ τόπος. ἔπειτα τὸ ποτε καὶ ποῦ, οὐ χρόνον καὶ τόπον, ἀλλὰ σχέσιν πρὸς χρόνον καὶτόπον δηλοῦσι. καὶ ὅτι ἄξιά εἰσιν εἰς ἀριθμὸν τῶν γενικωτάτων παραλαμβάνεσθαι. μέντοι πλωτῖνος συντάττων μὲν τὸ ποτε τῶ χρόνω, πέντε λέγων τὰς πάσαςκατηγορίας. οὐσίαν. ποσόν. ποιόν. πρός τι. κίνησιν, ὥφειλεν τοῦ ποσοῦ δεῖξαι τὸν