τοι γ αροῦνφησι τὰ μὲν ἄλλα ἐν τόπω ἡμεν. τὸν δὲ τόπον, ἐν μὴδενί. ἀλλὰ οὕτως ἔχειποτὶ τὰ ἐὄντα, ὥσπερ τὰ πέρατα ποτὶ τὰ πεπερασμένα. τούτων δὲ κειμένων, τὰμὲν, ἁπλοῦν ἔχει τὸ κεῖσθαι. τα δὲ, διπλοῦν. ὁ μὲν γὰρ κενὸς ἀμφορεὺς, κεῖται εἰ τύ-χοι ἐν τῶ λίθω. ὁδὲ οἶνος ὁ ἐν τῶ ἀμφορεῖ, καὶ ἐν ἀμφορεῖκεῖται, καὶ ἐν ὧκεῖται ὁ ἀμ-φορευς. κατ' ἄλλην δὲ ἐπίνοιαν, αὐτός τε ὁ ἀμφορεὺς κεῖ ταίπου, καὶ τὰ μέρη αὐτοῦ ἐντῶ ὅλω. καὶ ὁ οἶνος δὲ αὐτόςτε ἐν τῶ ἀμφορεῖκεῖται, καὶ τὰ μέρη αὐτοῦ ἐν τῶ ὅλω. ὥσ-τε ὁ πλῆρης ἀμφορεὺς, τετραπλοῦν ἕξει τὸ κεῖσθαι. ἐπιστῆσαι δὲ ἄξιον, εἰ τὰ μέρη ἐντῶ ὅλω κεῖσθαι λέγεται κυρίως. οὐ γὰρ πᾶν τὸ ἔντινικεῖται ἐν ἐκείνω ἐν ὧ ἐστιν, ἄλλὰτὰ ἐν τόπω μόνον ὄντα, ταῦτα κεῖσθαι λέγεται ἐν τῶ τόπω. καὶ κατὰ τὰ σχήματα δὲκαὶ κατὰ τὰς τοπικὰς διαστάσεις, ἔσονται τοῦ κεῖσθαι διαφοραι. ὁ μέντοι ἀρχύταςδιαφορὰς τοῦ κεῖσθαι λέγων, τὸ μέντοι αὐτοῦ ἐν δυνάμει φησί. τὸ δὲ, ἐνστάσει. καὶτὸ ἐν δυνάμει, τὸ μὲν, ἐν τῶ ἐνεργεῖν. τὸ δὲ, ἐν τῶ πάσχειν. περὶ μὲν γὰρ τὴν στάσιν,θεωρεῖται τὸ κεῖσθαι. μένει γὰρ ἐνταυτῶ τοῦτο, ἐάντε ἀσώματον ἢ, ἐάντε σῶματὸ ἐντηστάσει κείμενον. περὶ δὲ τὴν δύναμιν, διχῶς θεωρεῖται κατ' ἀμφότερα τὰἐναντία. ἔντε τῶ ποιεῖν καὶ πάσχειν, καὶ ἐν τῶ κινεῖν καὶ κινεῖσθαι. καὶ ἐπειδὴ καὶ ἡ δύναμιςπρὸς ἀμφότερα τὰ ἐναντίαἄγεσθαι δύναται, εἰ μέντοι τίς δυνάμιν λαμβάνει μὴτὴν ἀτελή, ἀλλὰ τὴν τελείαν καὶ τῶν ἐνεργειῶν παρεκτικὴν, ἥτις ἀνέχει τὰ κείμενα ἐνἑαυτῆ. καὶ οὕτως δεῖ τὰς ἀρχηγικωτέρας αἰτίας, περιεκτικωτέρας εἶναι τῶν δευτέ-ρων. καὶ κεῖσθαι ἐν τοῖς πρωτέροις τὰ δεύτερα, εὐλόγως ἐρουμεν. ἀλλ' ἐπὶ τὰς ἀπο-ρίας λοιπὸν τὰς ὑπὸ πλωτίνου πρὸς τὸ κεῖσθαι ἰτέον λεγομένας. λέγει τοίνυν ἐνὀλίγοις εἶναι τὸ κεῖσθαι. καὶ διατοῦτο μὴ ἄξιον ἐν οἰκείω γένει καταχωρίζεσθαι. ἀλλ' εὶπᾶσιν ὑπάρχει τοῖς σώμάσιτοῖς τε ἀίδιοις καὶ τοῖς ὑπὸ σελήνην, πῶς οὐκ ἄξιον καὶτοῦτο γένους οἰκείου τυγχάνειν. καὶ ἀρχύτας δὲ ἐπὶ πολλὰ διατείνειν αὐτόφησιν.ἀλλὰ τὸ ἀνακεῖσθαι φησὶ καὶ καθῆσθαι, οὐκ ἐστιν ἁπλοῦν. σημαίνει δὲ τὸ ἐν σχήματι τοιῶ-δεκεῖσθαι. τοῦτεστιν, ἐντόπω εἶναι. ἔστιν οὖν τὸ μὲν σχῆμα, ἄλλο. ὁ δὲ τόπος, ἄλλο. καὶεἴρηται περὶ ἀμφοῖν. καὶ οὐδὲν ἔδειλοιπὸν εἰς ἓν δύο κατηγορίας συνάπτειν. πρὸς ἀῥητέον, ὅτι αἱ τῶν σχημάτων αὗται, οἷον, ἡ τοῦ καθῆσθαι καὶ ἀνακεῖσθαι, οὐχ ἁπλῶςσχημάτων, ἀλλὰ τῶν κατὰ τὴν θέσιν σχηματὴν σημαίνουσι τὰς διαφορὰς. καν ποιότητα δὲδηλῶσιν, ἑπειδὴ τὸ σχῆμα ποιότης, οὐ τὴν ἁπλῶς ποιότητα ἐροῦσιν, ἀλλὰ τὴν τοῦκεῖσθαι. ἠξίου δὲ καὶ αὐτὸς τὰς συμπληρωτικὰς τινὸς ποιότητας, εἰς ἐκεῖνο τὸ γέ-νος ἀνάγειν, ὑφ' ὃ καὶ τὸ συμπληρούμενον ἀνάγεται. οἷον περὶ γραμμήν ἐστιν εὐθύτης. ἡ δὲγραμμὴ τοῦ ποσου, ἔσται οὖν καὶ ἡ εὐθύτης τοῦ ποσοῦ. καὶ τὸ ὅλον τοῦτο ποσοῦποιότης. ὥσπερ οὖν τρφέρειν οὐκ ἐξίσταται τῆς οἰκείας κατηγορίας, ὅταν ἀναφέ-ρειν λέγωμεν, οὕτως οὐδὲ τὸ ἀνακεῖσθαι ἢ κατακεῖσθαι. ἔτι δὲ μᾶλλον ἐνιστάμε-νοι πρὸς τὴν ἀπορίαν οἱ μετ' αὐτὸν, ἀντιλέγουσιν, ὡς οὔτε σχήματος οὔτε τόπουἐφάπτεται τὸ κεῖσθαι. ἀλλὰ ταῦτα μὲν ἄλλως παρακόλουθει, ὥσπερ καὶ ταῖς ἄλλαιςκατηγορίαις πλείονα ὁμου συνθεωρεῖται. ἡμέντοι ἰδιάζουσα τοῦ κεῖσθαι κατηγορια,
Einzelbild herunterladen
verfügbare Breiten