Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

μάτων. τὰ δὲ, ἔγχρονον, ὡς τὰ ἐν μέρει χρόνου ὑφεστῶτα. δοκεῖ δέ φησιν ὁἰάμβλι-χος, πάνται ἐν τῶ κεισθαι, ἐν τόπω τινὶ τὴν ἴδρυσιν ἔχειν. οὐ μὴν ἀλλ' ἔχειγε τὴν αὐτὴντοῦ γένους φύσιν καὶ τὰ ἐν δυνάμεσιν ἰδρυμένα. κεῖται γὰρ ἐν ταῖς δυνάμεσι καὶ ἐν ζῶῆ,τὴν ἕδεαν ἔχοντα. καὶ γὰρ ταῦτα ὑπὸ τῆς ζωῆς ἀνέχεται. ὅσατε ἐν τοῖς κυριώτατοις αἰ-τίοις πανταχόθεν συνέχεται, κεῖσθαι ἐν ἑαυτοῖς εἰκότως ἂννομισθείη. μήποτε δὲ οὐπᾶσαν ἐνίδρυσιν τὸ κεῖσθαι σημαίνει, εἰ μήτις κατὰ μεταφορᾶν ἐκδέχοιτο. ἀλλὰ τὴν οἷονπτῶσιν τῶν σωμάτων, ἡν ἔσχον ἀποστάντα τῆς αὐτοκράτους τῶν ἀμερίστων εἰδῶν φύ-σεως, καὶ δεηθέντα τῶν τὴν πτῶσιν αὐτῶν ὑποδεχομένων, καὶ εὐθετιζόντων. καὶ γὰρ ὁ τοποςταύτην παρέχεται τὴν χρείαν. τὸ ὑποδέχεσθαι. τὸ εὐθετίζειν. τὰ μὴ ἀνέχοντα ἑαυτὰ, ἀλλὰπεπτωκότα καὶ ἐσκορπισμένα. ἀμφότερα γὰρ ἔσχε τὰ τῆς ἀμερίστου φύσεως ἀπο-στάντα, καὶ τὸ ἐν ἄλλω εἶναι. ἀλλὰ μὴν ἐν ἑαυτῶ καὶ τὸ διεσπάσθαι, ἀλλὰ μη μένειν ἀμέ-ριστον. διὸ καὶ ἐδεήθη τόπου, καὶ ὑποδεχομένου αὐτὰ, καὶ τάξιν τοις μορίοις καὶ εὐθετισμὸνπαρεχομένου. τὰ γὰρ ἅπαξδιασπασθέντα, δεῖται τοῦ εὐθετισμου, ἵνα ἡ κεφαλὴ τὴνοἰκειον ἔχη τόπον. καὶ ὁ τράχηλος. Αλλὰ μὴ πολλαὶ κόρσαι ἀναυχένοι βλαστῶσιν, ὡςἐμπεδοκλῆς φησί. τὸ δὲ κεῖσθαι, ὅτι καὶ τὸ πεπτωκέναι σημαίνει, ἐδήλωσεν ὁμηροςεἰπὼν. Κεῖται πάτροκλος. νέκυος δὲ δὴ ἀμφιμάχονται. τὰ οὖν ἐν δυνάμεσι καὶ ἐνζωῆ καὶ ἐν τοῖς κυριωτάτοις αἰτίοις ἰδρυμένα, ἄλλως λέγεται κεῖσθαι, καὶ οὐ κυρίως.ομολογεῖται δὲ παρὰ πᾶσι, παντὶ σώματιτὸ κεῖσθαι συμβεβηκέναι. διὸ πανσῶμα, ἐντόπω ἐστι καὶ θέσιν ἔχει κατὰ τόπον. πλὴν τό, γε τῆς ἀπλανοῦς σῶμα, καὶ τὸ τοῦ παντοςσῶμα, οὐκ ἔστιν ἐν τῶ κεῖσθαι. οὐδὲ γὰρ ἐντόπω ἐστι, κατὰ τὴν ἀριστοτέλους περὶ τόπουδιάταξιν. διό τι οὐκ ἔστι τὸ περιέχον αὐτὸ σῶμα. ὁ δὲ τόπος, περὰς ἦν τοῦ περιέχοντος,καθὸ περιέχει τὸ περὶ εχόμενον. καὶ ἀσωμάτοις δὲ τὸ κεῖσθαι ἐφαρμόζει, ὥσπερ τοῖς τῶν σω-μάτων πέρασι. καὶ γὰρ τῶ τόπω προσήκει, καὶ ἁπλῶς ἐπιφανεία, καὶ γραμμῆ, καὶ σημείω.θέσιν γὰρ ἔχει πάντα ταῦτα. τοῖς δὲκαθ' αὐτὰ ἀσωμάτοις, τὸ κεῖσθαίπου οὐχ ὑπάρ-χει, εἰ μήτις κατὰ μεταφορᾶν ἐννῶ καὶ θεῶ λέγοι κεῖσθαι ταῦτα, ὡς ἐν ἀρχῆ καὶ αἰτία συνε-χόμενα. Ενδὲ θεῶκεῖνται πύρσους ἕλκοντες ἀκμαίους φησὶ τὸ λόγιον. ἐπιστῆσαιδὲ χρὴ, ὅτι τὸ μὲν σῶμα, ἐντόπωκεῖται. ὁ δὲ τόπος κεῖται μὲν, περὶ γὰρ τὰ σώματα ἐστι,καὶ ἔχει καὶ αὐτὸς τὰς τῆς θέσεως διαφοράς. τὸ ἄνω, καὶ τὸ κάτω, καὶ τὰ λοιπά. καὶ τὸ ὡρι-σμένον καὶ ἀόριστον. οὐ μέντοι ἐντόπω κεῖται ὁ τόπος ὥσπερ τὰ σώματα. τόπου γὰρτόπος οὐκ ἔστιν. ἵνα μὴ ἐπ' ἄπειρον ὁ λόγος προέλθη, τόπον πρὸ τόπουζη τῶν. Αλλ'ἀπορίας ἄξιον, εἰκεῖται ὅλως ὁ τόπος, ἐν τίνικεῖται. τὸ γὰρ κείμενον, ἔντινικεῖσθαι βού-λεται. Πομ ἀριστοτέλης περὰς εἶναι λέγων τοῦ περιέχοντος σώματος τὴν τόπον, ἐναὐτῶ φαιη ἂν κεῖσθαι, ὥσπερ καὶ αἱ ἄλλαι ἐπιφάνειαι ἐν τοῖς σώμασικεῖνται. ὧν εἰσὶ περὰτα. εἰ δὲ διάστημάτις λέγει τὴν τόπον, ἢ μέτρον καὶ εὐθετισμὸν τῆς τῶν μεγεθῶν παραθέ-σεως, ὥσπερ τὴν χρόνον μέτρον τῆς κατὰ τὴν κίνησιν παρατάσεως, οὐ χρὴ τί ἄλλο ζητεῖν, ἐν ὧκείσεται ὁ τόπος. ἕδρα γὰρ ῶν αὐτὸς τῶν ἄλλων, οὐκέτι ἕδρας δεήσεται. ὥσπερ καὶ τάπέρατατῶν μεγεθῶν αὐτοπέρατα ὄντα, οὐκέτιδεῖται τῶν περατούντων. διὸ καὶ ἀρχύτας.