καὶ μόνην ἁπλὴν θεωροῦντα τὴν τῆς θέσεως σχέσιν. ὡς γὰρ ἡ πρὸς τὴν τόπον σχέσις ποιεῖτὸ ποῦ, καὶ ἡ πρὸς τὴν χρόνον τὸ ποτε, οὕτως ἡ πρὸς τὴν θέσιν ποιεῖ τὸ κεῖσθαι. οὔτε οὖν τρκείμενον σῶμα, οὔτε τὸν τόπον, ἐν ὧ κεῖται τῆ διανοία περιλαμβάνοντα, δεῖνοεῖν τὸ κεῖ-σθαι. μόνην δὲ τὴν ἔχουσανπως θέσιν, ἐν τῶ γένει τοῦ κεῖσθαι λογιζόμενον κατὰ πάντα τὰ ὄν-τα ὅσα πέφυκεν ἕτερα ὑφ' ἑτέρων ἀνέχεσθαι, ἢ ἐνιδρύεσθαι τὰ ἕτερα ἐν τοῖς ἑτέ-ροις. ἡ γὰρ τοιάδε συμπλοκη τῶν ἐνιδρυμένων καὶ τῶν τὴν ἔδραν παρεχόντων, κυριωτά-τη καὶ πρωτίστη ἐστι τοῦ κεῖσθαι ὑπογραφη. ἐὰν μέντοι σχέσιν τίς προσάψη, ἢ τὸ ποιεῖνἢ τὸ πάσχειν, ἢ ποιότητα, ἢ τί ἄλλο τῶν τοιούτων. ἐὰν μὲν ἐπικρατῆ καὶ ἐν τοῖς συμμί-κτοις τὸ τοῦ κεῖσθαι γένος, ὥστε οὕτως ἐπινοεῖσθαι κατὰ τὴν πρώτην προσβολὴν, οὐδὲνηττον ἔσται ἐν τῶ κεῖσθαι. ἐὰν δὲ ἄλλότι τῶν γενῶν προχειροτέραν ποιῆται τὴν φαινο-μένην εἰδοποιίαν, κατὰ τὰ νικῶντα γένη ἔσται ἡ ἐπικράτεια τοῦ εἴδους ἀφορισμένη.ἀλλα δεῖ τοίνυν καὶ ἐπὶ τοῦ κεῖσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων γενῶν, τὰ παρακολουθοῦντααὐτῶ διελθεῖν. δοκεῖ δὴ ἐν αντίωσις εἶναι τῶ ἐν τῶ κεῖσθαι. ὁ γὰρ ὕπτιος τῶ πρηνεῖ ἐναν-τίαν ἔχων θέσιν, ἐναντίως κεῖται. ἡ δὲ ἐναντίωσις αὕτη, παρά τε τὴν θέσιν συμβαίνει,ἡ γὰρ πρηνὴς θέσις, τῆ ὑπτία ἐστιν ἐναντία, καὶ παρὰ τὴν τόπον. ἔστι γὰρ καὶ ἐν τούτω ἐναν-τίωσις. διὸ ὁ ἄνωκείμενος, τῶ κάτω κειμένω ἐναντίως κεῖται, προσειληφὼς τὴν κατὰ τό-πον ἐναντίωσιν. καὶ ταύτη μὲν πάντα δέχεται ὡς οἶμαι τὰ ἐν τῶ κεῖσθαι ὄντα. ἐπειδὴκαὶ πάντα ἔν τινι τόπω ἔχουσι πρὸς ἄλλον τόπον ἀντίθεσιν. ἡ δὲ παρὰ τὴν θεσιν ἐναντίω-σις, οὐκ ἐπὶ πάντων ἐστιν. ὁ γὰρ κύβος καὶ ἡ σφαῖρα καὶ ἄλλα πολλὰ τῶν ἀψύχων, κᾶν δια-φορᾶν ἔχη θέσεων, οἷον κατὰ γωνίαν, ἢ κατὰ πλευραν, ἀλλ' οὐκ ἤδη καὶ ἐναντίωσιν ὡς τὰ πρη-νῆ καὶ ὕπτια ἐπὶ τῶν ζώων μάλιστα θεωρουμενα τῶν φυσικῶς ἐχόντων τὸ ἔμπροσθενκαὶ ὅπισθεν. ἢ τὸ ἄνω καὶ κάτω. καὶ δεξιὸν καὶ ἀριστερὸν. τὸ δὲ μᾶλον καὶ ἡττον ἐπὶ τοῦ κεῖσθαι,Εὶποτε μὲν λέγεται συνήθως, ὅταν πλάτος ἐπιδέχηται τὰ κείμενα, ὡς ἐπὶ τοῦ ἀνακεῖσθαι.ποτε δὲ, τῶ μὲν σχήματι τῆς λέξεως, τὸ μᾶλον καὶ ἡττον ἐμφαίνει. στιν δὲ ὑπερβολὴν κατὰ τδοκοῦσαν σύγκρισιν, ὡς ὅταν ὑπτιώτερον σκάφης λέγηται. οὐκ ἐπὶ πάντων δὲ τῶν ἐν τῶκεῖσθαι τὸ μᾶλον καὶ ἥττον ἐστιν. ἡ γοῦν ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον, καὶ εἴτι ἄλλο τῶνἐν τῶ κεῖσθαι ἀσωμάτων ἐστιν, οὐκ ἔχει τὸ μᾶλον καὶ ἤττον. ὥσπερ δὲ ἡ μὲν ποίησις καὶ ἡ πεῖσις ἐντοῖς πρός τιην, τὸ δὲ ποιεῖν καὶ πάσχεινἰδίας ἔτυχε κατηγορίας, οὕτως ἡ μθέσις, τῶν πρός-τί ἐστι. τὸ δὲ κεῖσθαι, ἰδιόν τι γένος ἐχαρατήρισε, πολὺ διαφέρον τοῦ πρός τι. δεῖ δὲλοιπὸν καὶ τὴν διαίρεσιν τκεῖσθαι, τήν τε κατὰ τὰς εἰδο ποιοὺς διαφορὰς ἐπισκέψασθαι,καὶ τὴν κατ' ἄλλους τρόπους. κᾶν μὴ εἰδοποιους, ἀλλὰ χωρίζον τάς γε τὰ ὑπ' αὐτὸ τε τα-γμένα. τῶν τοίνυν ἐν τῶ κεῖσθαι θεωρουμένων, τὰ μέν ἐστι φύσει, ὡς τὰ τέσσαρα στοι χεῖαἐν τοῖς οἰκείοις ἰδρυμένα τόποις. καὶ ὁ οὐρανὸς τὴν ἀνωτάτω χώραν ἐπέχων. τὰ δὲ, θέ-σει, ὡς ἀνδριάντες καὶ εἰκόνες καὶ σκεύη. καὶ ὅλως τὰ κατὰ τέχνην τινὰ ἡ χρειαντιθέμενα.ἔτι δὲ τὰ μὲν, ἐνστάσει ἔχει τὴν θέσιν. ὡς ἡ γη καὶ τὰ ἑστῶτα τῶν στοιχείων. τὰ δὲ, ἐν κινήσει.ὡς αἴτε τοῦ οὐρανοῦ περι φοραὶ ἐν ἀλλήλαις ἰδρυμέναι, καὶ τῶν στοιχείων τὰ κινούμενα.καὶ τῶν κινουμένων δὲ καὶ ἑστώτων, τὰ μὲν, ἀίδιον ἔχει τὸ κεῖσθαι. ὡς τὰ ἀίδια τῶν σω-
Einzelbild herunterladen
verfügbare Breiten